IV A 198

IV A 198 CLEM. ALEX. strom. II, XXI 127, 1-2:
τῶν γὰρ ἀπὸ τῆς ἡδονῆς ἀρχομένων * τούς τε Κυρηναϊκοὺς εἶναι καὶ τὸν Ἐπίκουρον [cf. fr. 450 Usener p. 293]. τούτους γὰρ τέλος εἶναι λέγειν διαρρήδην τὸ ἡδέως ζῆν, τέλειον δὲ ἀγαθὸν μόνον τὴν ἡδονήν. ὁ δὲ Ἐπίκουρος καὶ τὴν τῆς ἀλγηδόνος ὑπεξαίρεσιν ἡδονὴν εἶναι λέγει. [cf. infra IV G 4]