V A 199

V A 199 PROCL. in Plat. Alcib. 114, 14-17:
ὅτι δὲ αὖ μέγας ὁ Ἀλκιβιάδης ἐγένετο καὶ καλός, δηλοῖ μὲν καὶ τὸ κοινὸν αὐτὸν ἐρώμενον καλεῖσθαι τῆς Ἑλλάδος ἁπάσης, δηλοῖ δὲ ὁ Ἀντισθένης εἰπὼν ὡς εἰ μὴ τοιοῦτος ἦν ὁ Ἀχιλλεύς, οὐκ ἄρα ἦν ὄντως καλός.
OLYMPIOD. in Plat. Alcib. p. 28, 18-25:
ὅτι γὰρ καλὸς ἦν τῷ σώματι δῆλον ἐκ τοῦ κοινὸν ἐρώμενον αὐτὸν λέγεσθαι τῆς Ἑλλάδος, ἐκ τοῦ τοὺς Ἑρμᾶς Ἀθήνησι κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ γράφεσθαι, ἐκ τοῦ τὸν Κυνικὸν Ἀντισθένην λέγειν περὶ αὐτοῦ, "εἰ μὴ τοιοῦτος ἦν ὁ Ἀχιλλεύς, οὐκ ἦν ὡραῖος˙" περὶ οὗ φησὶν ὁ ποιητὴς βουλόμενος τὸν Νιρέα εἰς κάλλος ἐπαινέσαι [HOM. Il. Β 673-74]
Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα.