V A 200

V A 200 ATHEN. V 216 B-C [ex Herodico]:
καὶ Ἀντισθένης δ' ὁ Σωκρατικὸς περὶ τῶν ἀριστείων τὰ αὐτὰ τῷ Πλάτωνι ἱστορεῖ. "οὔκ ἐστιν δ' ἔτυμος ὁ λόγος οὗτος [STESIC. fr. 32]." χαρίζεται γὰρ καὶ ὁ κύων οὗτος πολλὰ τῷ Σωκράτει˙ ὅθεν οὐδετέρῳ αὐτῶν δεῖ πιστεύειν σκοπὸν ἔχοντας Θουκυδίδην. ὁ γὰρ Ἀντισθένης καὶ προσεπάγει τῇ ψευδογραφίᾳ λέγων οὕτως˙ "ἡμεῖς δὲ ἀκούομεν κἀν τῇ πρὸς Βοιωτοὺς μάχῃ τὰ ἀριστεῖά σε λαβεῖν. - εὐφήμει, ὦ ξένε˙ Ἀλκιβιάδου τὸ γέρας, οὐκ ἐμόν. - σοῦ γε δόντος, ὡς ἡμεῖς ἀκούομεν."