V A 206

V A 206 SOCRATIC. EPIST. VIII ( Ἀντισθένης Ἀριστίππῳ):
οὐκ ἔστι τοῦ φιλοσόφου τὸ παρὰ τυράννοις ἀνδράσιν εἶναι καὶ Σικελικαῖς προσανέχειν τραπέζαις, ἀλλὰ, μᾶλλον τὸ ἐν τῇ ἰδίᾳ καὶ αὐτάρκων ἐφίεσθαι σὺ δὲ οἴει ταύτην εἶναι πλεονεξίαν τοῦ σπουδαίου τὸ δύνασθαι μὲν κτᾶσθαι χρήματα πολλὰ, τοὺς δὲ δυνατωτάτους ἔχειν φίλους. οὔτε γὰρ χρήματα ἀναγκαῖά ἐστιν, οὔτε, εἰ ἀναγκαῖα ἧν, οὕτω ποριζόμενα καλὰ, οὔτε φίλοι γένοιτο ἄν οἱ πολλοὶ ἀμαθεῖς ὄντες καὶ ταῦτα τύραννοι. ὥστε σοι συμβουλεύσαιμι ἂν ἀπιέναι Συρακουσῶν τε καὶ Σικελίας. εἰ δ', ὥς φασί τινες, ἡδονὴν θαυμάζεις καὶ τούτων ἀντέχῃ ὧν μὴ προσήκει τοὺς φρονίμους ἀνθρώπους, ἄπιθι εἰς Ἀντίκυραν καὶ ὠφελήσει σε δ' ἐλλέβορος ποθείς˙ πολὺ κρείσσων γάρ ἐστιν οὗτος τοῦ παρὰ Διονυσίου οἴνου. ἐκεῖνος μὲν γὰρ μανίαν ποιεῖ πολλήν, οὗτος δὲ ἀποπαύει. ὁπόσον οὗν ὑγίειά τε καὶ φρόνησις νόσου τε καὶ ἀφροσύνης διαφέρει, τοσοῦτον ἂν καὶ σὺ διενέγκαις πρὸς τὰ νῦν σοὶ ὄντα. ἔρρωσο.