V A 208

V A 208 DIO. CHRYSOST. orat. XIII (12) 14-28:
ταῦτα καὶ τὰ τοιαῦτα τούς τε ἄλλους ἅπαντας καὶ μάλιστα καὶ πρῶτον ἐμαυτὸν καταμεμφόμενος ἐνίοτε ὑπὸ ἀπορίας ᾖα ἐπί τινα λόγον ἀρχαῖον, λεγόμενον ὑπό τινος Σωκράτους, ὃν οὐδέποτε ἐκεῖνος ἐπαύσατο λέγων, πανταχοῦ τε καὶ πρὸς ἅπαντας βοῶν καὶ διατεινόμενος ἐν ταῖς παλαίστραις καὶ ἐν τῷ Λυκείῳ καὶ ἐπὶ τῶν ἐργαστηρίων καὶ κατ' ἀγοράν, ὥσπερ ἀπὸ μηχανῆς θεός, ὡς ἔφη τις. (15) οὐ μέντοι προσεποιούμην ἐμὸν εἶναι τὸν λόγον, ἀλλ' οὗπερ ἦν, καὶ ἠξίουν, ἂν ἄρα μὴ δύνωμαι ἀπομνημονεῦσαι ἀκριβῶς ἁπάντων τῶν ῥημάτων μηδὲ ὅλης τῆς διανοίας, ἀλλὰ πλέον ἢ ἔλαττον εἴπω τι, συγγνώμην ἔχειν, μηδὲ ὅτι ταῦτα λέγω ἃ τυγχάνει πολλοῖς ἔτεσι πρότερον εἰρημένα, διὰ τοῦτο ἧττον προσέχειν τὸν νοῦν. ἴσως γὰρ ἄν, ἔφην, οὕτως μάλιστα ὠφεληθείητε. οὐ γὰρ δή γε εἰκός ἐστι τοὺς παλαιοὺς λόγους ὥσπερ φάρμακα διαπνεύσαντας ἀπολωλεκέναι τὴν δύναμιν. (16) ἐκεῖνος γὰρ ὁπότ' ἴδοι πλείονας ἀνθρώπους ἐν τῷ αὐτῷ, σχετλιάζων καὶ ἐπιτιμῶν ἐβόα πάνυ ἀνδρείως τε καὶ ἀνυποστόλως, Ποῖ φέρεσθε, ὤνθρωποι, καὶ ἀγνοεῖτε μηδὲν τῶν δεόντων πράττοντες, χρημάτων μὲν ἐπιμελούμενοι καὶ πορίζοντες πάντα τρόπον, ὅπως αὐτοί τε ἄφθονα ἕξετε καὶ τοῖς παισὶν ἔτι πλείω παραδώσετε; αὐτῶν δὲ τῶν παίδων καὶ πρότερον ὑμῶν τῶν πατέρων ἠμελήκατε ὁμοίως ἅπαντες, οὐδεμίαν εὑρόντες οὔτε παίδευσιν οὔτε ἄσκησιν ἱκανὴν οὐδὲ ὠφέλιμον ἀνθρώποις, ἣν παιδευθέντες δυνήσεσθε τοῖς χρήμασι χρῆσθαι ὀρθῶς καὶ δικαίως, ἀλλὰ μὴ βλαβερῶς καὶ ἀδίκως, καὶ ὑμῖν αὐτοῖς [ἐπιζημίως], ὃ σπουδαιότερον [ἡγεῖσθαι] τῶν χρημάτων, καὶ υἱοῖς καὶ θυγατράσι καὶ γυναιξὶ καὶ ἀδελφοῖς καὶ φίλοις, κἀκεῖνοι ὑμῖν. (17) ἀλλὰ ἦ κιθαρίζειν καὶ παλαίειν καὶ γράμματα μανθάνοντες ὑπὸ τῶν γονέων καὶ τοὺς υἱοὺς διδάσκοντες οἴεσθε σωφρονέστερον καὶ ἄμεινον οἰκήσειν τὴν πόλιν; καίτοι εἴ τις συναγαγὼν τούς τε κιθαριστὰς καὶ τοὺς παιδοτρίβας καὶ τοὺς γραμματιστὰς τοὺς ἄριστα ἐπισταμένους ἕκαστα τούτων πόλιν κατοικίσειεν ἐξ αὐτῶν ἢ καὶ ἔθνος, καθάπερ ὑμεῖς ποτε τὴν Ἰωνίαν, ποία τις ἂν ὑμῖν δοκεῖ γενέσθαι πόλις καὶ τίνα οἰκεῖσθαι τρόπον; οὐ πολὺ κάκιον καὶ αἴσχιον τῆς ἐν Αἰγύπτῳ καπήλων πόλεως, ὅπου πάντες κάπηλοι κατοικοῦσιν, ὁμοίως μὲν ἄνδρες, ὁμοίως δὲ γυναῖκες; οὐ πολὺ γελοιότερον οἰκήσουσιν οὗτοι, οὓς λέγω τοὺς τῶν ὑμετέρων παίδων διδασκάλους, οἱ παιδοτρίβαι καὶ κιθαρισταὶ καὶ γραμματισταί, προσλαβόντες τούς τε ῥαψῳδοὺς καὶ τοὺς ὑποκριτάς; (18) καὶ γὰρ δὴ ὅσα μανθάνουσιν οἱ ἄνθρωποι, τούτου ἕνεκα μανθάνουσιν ὅπως, ἐπειδὰν ἡ χρεία ἐνστῇ πρὸς ἣν ἐμάνθανεν ἕκαστος, ποιῇ τὸ κατὰ τὴν τέχνην, οἷον ὁ μὲν κυβερνήτης ὅταν εἰς τὴν ναῦν ἐμβῇ, τῷ πηδαλίῳ κατευθύνων˙ διὰ τοῦτο γὰρ ἐμάνθανε κυβερνᾶν˙ ὁ δὲ ἰατρὸς ἐπειδὰν παραλάβῃ τὸν κάμνοντα, τοῖς φαρμάκοις καὶ τοῖς περὶ τὴν δίαιταν ἰώμενος, οὗ ἕνεκα ἐκτήσατο τὴν ἐμπειρίαν. (19) οὐκοῦν καὶ ὑμεῖς, ἔφη, ἐπειδὰν δέῃ τι βουλεύεσθαι περὶ τῆς πόλεως, συνελθόντες εἰς τὴν ἐκκλησίαν, οἱ μὲν ὑμῶν κιθαρίζουσιν ἀναστάντες, οἱ δέ τινες παλαίετε, ἄλλοι δὲ ἀναγιγνώσκετε τῶν Ὁμήρου τι λαβόντες ἢ τῶν Ἡσιόδου; ταῦτα γὰρ ἄμεινον ἴστε ἑτέρων, καὶ ἀπὸ τούτων οἴεσθε ἄνδρες ἀγαθοὶ ἔσεσθαι καὶ δυνήσεσθαι τά τε κοινὰ πράττειν ὀρθῶς καὶ τὰ ἴδια. καὶ νῦν ἐπὶ ταύταις ταῖς ἐλπίσιν οἰκεῖτε τὴν πόλιν καὶ τοὺς υἱέας παρασκευάζετε ὡς δυνατοὺς ἐσομένους χρῆσθαι τοῖς τε αὑτῶν καὶ τοῖς δημοσίοις πράγμασιν, οἳ ἂν ἱκανῶς κιθαρίσωσι
Παλλάδα περσέπολιν δεινὰν
ἢ τῷ ποδὶ βῶσι πρὸς τὴν λύραν˙ ὅπως δὲ γνώσεσθε τὰ συμφέροντα ὑμῖν αὐτοῖς καὶ τῇ πατρίδι καὶ νομίμως καὶ δικαίως μεθ' ὁμονοίας πολιτεύσεσθε καὶ οἰκήσετε, μὴ ἀδικῶν ἄλλος ἄλλον μηδὲ ἐπιβουλεύων, τοῦτο δὲ οὐδέποτε ἐμάθετε οὐδὲ ἐμέλησεν ὑμῖν πώποτε οὐδὲ νῦν ἔτι φροντίζετε. (20) καίτοι τραγῳδοὺς ἑκάστοτε ὁρᾶτε τοῖς Διονυσίοις καὶ ἐλεεῖτε τὰ ἀτυχήματα τῶν ἐν ταῖς τραγῳδίαις ἀνθρώπων˙ ἀλλ' ὅμως οὐδέποτε ἐνεθυμήθητε ὅτι οὐ περὶ τοὺς ἀγραμμάτους οὐδὲ περὶ τοὺς ἀπᾴδοντας οὐδὲ τοὺς οὐκ εἰδότας παλαίειν γίγνεται τὰ κακὰ ταῦτα, οὐδὲ ὅτι πένης τίς ἐστιν, οὐδεὶς ἕνεκα τούτου τραγῳδίαν ἐδίδαξεν. τοὐναντίον γὰρ περὶ τοὺς Ἀτρέας καὶ τοὺς Ἀγαμέμνονας καὶ τοὺς Οἰδίποδας ἴδοι τις ἂν πάσας τὰς τραγῳδίας, οἳ πλεῖστα ἐκέκτηντο χρήματα χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ βοσκημάτων˙ καὶ δὴ τῷ δυστυχεστάτῳ αὐτῶν γενέσθαι φασὶ χρυσοῦν πρόβατον. (21) καὶ μὴν ὁ Θάμυρίς γε εὖ μάλα ἐπιστάμενος κιθαρίζειν καὶ πρὸς αὐτὰς τὰς Μούσας ἐρίζων περὶ τῆς ἁρμονίας, ἐτυφλώθη διὰ τοῦτο καὶ προσέτι ἀπέμαθε τὴν κιθαριστικήν. καὶ τὸν Παλαμήδην οὐδὲν ὤνησεν αὐτὸν εὑρόντα τὰ γράμματα πρὸς τὸ μὴ ἀδίκως ὑπὸ τῶν Ἀχαιῶν τῶν ὑπ' αὐτοῦ παιδευθέντων καταλευσθέντα ἀποθανεῖν˙ ἀλλ' ἕως μὲν ἦσαν ἀγράμματοι καὶ ἀμαθεῖς τούτου τοῦ μαθήματος, ζῆν αὐτὸν εἴων˙ ἐπειδὴ δὲ τούς τε ἄλλους ἐδίδαξε γράμματα καὶ τοὺς Ἀτρείδας δῆλον ὅτι πρώτους, καὶ μετὰ τῶν γραμμάτων τοὺς φρυκτοὺς ὅπως χρὴ ἀνέχειν καὶ ἀριθμεῖν τὸ πλῆθος, ἐπεὶ πρότερον οὐκ ᾔδεσαν οὐδὲ καλῶς ἀριθμῆσαι τὸν ὄχλον, ὥσπερ οἱ ποιμένες τὰ πρόβατα, τηνικαῦτα σοφώτεροι γενόμενοι καὶ ἀμείνους ἀπέκτειναν αὐτόν. (22) εἰ δέ γε, ἔφη, τοὺς ῥήτορας οἴεσθε ἱκανοὺς εἶναι πρὸς τὸ βουλεύεσθαι καὶ τὴν ἐκείνων τέχνην ἄνδρας ἀγαθοὺς ποιεῖν, θαυμάζω ὅτι οὐ καὶ δικάζειν ἐκείνοις ἐπετρέψατε ὑπὲρ τῶν πραγμάτων, ἀλλ' ὑμῖν αὐτοῖς, καὶ ὅπως οὐκ, εἰ δικαιοτάτους καὶ ἀρίστους ὑπειλήφατε, καὶ τὰ χρήματα ἐκείνοις ἐπετρέψατε διαχειρίζειν. ὅμοιον γὰρ ἂν ποιήσαιτε ὥσπερ εἰ κυβερνήτας καὶ ναυάρχους τῶν τριήρων ἀποδείξαιτε τοὺς τριηρίτας ἢ τοὺς κελευστάς. (23) εἰ δὲ δή τις λέγοι τῶν πολιτικῶν τε καὶ ῥητόρων πρὸς αὐτὸν ὅτι ταύτῃ μέντοι τῇ παιδεύσει χρώμενοι Ἀθηναῖοι Περσῶν ἐπιστρατευσάντων τοσαύταις μυριάσιν ἐπὶ τὴν πόλιν δὶς ἐφεξῆς καὶ τὴν ἄλλην Ἑλλάδα, τὸ μὲν πρῶτον δύναμιν καὶ στρατηγοὺς ἀποστείλαντος τοῦ βασιλέως, ὕστερον δὲ αὐτοῦ Ξέρξου παραγενομένου μετὰ παντὸς τοῦ πλήθους τοῦ κατὰ τὴν Ἀσίαν, ἅπαντας τούτους ἐνίκησαν καὶ πανταχοῦ περιῆσαν αὐτῶν καὶ τῷ βουλεύεσθαι καὶ τῷ μάχεσθαι. καίτοι πῶς ἂν ἠδύναντο περιεῖναι τηλικαύτης παρασκευῆς καὶ τοσούτου πλήθους μὴ διαφέροντες κατ' ἀρετήν; ἢ πῶς ἂν ἀρετῇ διέφερον μὴ τῆς ἀρίστης παιδείας τυγχάνοντες,ἀλλὰ φαύλης καὶ ἀνωφελοῦς; (24) πρὸς τὸν τοιαῦτα εἰπόντα ἔλεγεν ὅτι οὐδὲ ἐκεῖνοι ἦλθον παιδείαν οὐδεμίαν παιδευθέντες οὐδὲ ἐπιστάμενοι βουλεύεσθαι περὶ τῶν πραγμάτων, ἀλλὰ τοξεύειν τε καὶ ἱππεύειν καὶ θηρᾶν μεμελετηκότες, καὶ τὸ γυμνοῦσθαι τὸ σῶμα αἴσχιστον αὐτοῖς ἐδόκει καὶ τὸ πτύειν ἐν τῷ φανερῷ˙ ταῦτα δὲ αὐτοὺς οὐδὲν ἔμελλεν ὀνήσειν˙ ὥστε οὐδ' ἦν στρατηγὸς ἐκείνων οὐδεὶς οὐδὲ βασιλεύς, ἀλλὰ μυριάδες ἀνθρώπων ἀμύθητοι πάντων ἀφρόνων καὶ κακοδαιμόνων. εἷς δέ τις ἐν αὐτοῖς ὑπῆρχεν ὀρθὴν ἔχων τιάραν καὶ ἐπὶ θρόνου χρυσοῦ καθίζων, ὑφ' οὗ πάντες ὥσπερ ὑπὸ δαίμονος ἠλαύνοντο πρὸς βίαν, οἱ μὲν εἰς τὴν θάλατταν, οἱ δὲ κατὰ τῶν ὀρῶν, καὶ μαστιγούμενοι καὶ δεδιότες καὶ ὠθούμενοι καὶ τρέμοντες ἠναγκάζοντο ἀποθνῄσκειν. (25) ὥσπερ οὖν εἰ δύο ἀνθρώπω παλαίειν οὐκ εἰδότε παλαίοιεν, ὅ γε ἕτερος καταβάλοι ἂν ἐνίοτε τὸν ἕτερον, οὐ δι' ἐμπειρίαν, ἀλλὰ διά τινα τύχην, πολλάκις δὲ καὶ δὶς ἐφεξῆς ὁ αὐτός, οὕτως καὶ Ἀθηναίοις Πέρσαι συμβαλόντες, τοτὲ μὲν Ἀθηναῖοι περιῆσαν, τοτὲ δὲ Πέρσαι, ὥσπερ ὕστερον, ὅτε καὶ τὰ τείχη τῆς πόλεως κατέβαλον μετὰ Λακεδαιμονίων πολεμοῦντες. (26) ἐπεὶ ἔχοις ἄν μοι εἰπεῖν εἰ τότε Ἀθηναῖοι ἀμουσότεροι καὶ ἀγραμματώτεροι γεγόνεσαν; ἔπειτα αὖθις ἐπὶ Κόνωνος, ὅτε ἐνίκησαν τῇ ναυμαχίᾳ τῇ περὶ Κνίδον, ἄμεινον ἐπάλαιον καὶ ᾖδον; οὕτως οὖν ἀπέφαινεν αὐτοὺς οὐδεμιᾶς παιδείας χρηστῆς τυγχάνοντας. [τοῦτο δὲ οὐ μόνον Ἀθηναίοις, ἀλλὰ καὶ σχεδόν τι πᾶσιν ἀνθρώποις καὶ πρότερον καὶ νῦν συμβέβηκεν.] (27) καὶ μὴν τό γε ἀπαίδευτον εἶναι καὶ μηδὲν ἐπιστάμενον ὧν χρὴ μηδὲ ἱκανῶς παρεσκευασμένον πρὸς τὸν βίον ζῆν τε καὶ πράττειν ἐπιχειρεῖν οὕτως μεγάλα πράγματα μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκειν˙ τοὺς γὰρ ἀμαθεῖς καὶ ἀπαιδεύτους ψέγειν αὐτοὺς ὡς οὐ δυναμένους ζῆν ὀρθῶς˙ εἶναι δὲ ἀμαθεῖς οὐχὶ τοὺς ὑφαίνειν ἢ σκυτοτομεῖν μὴ ἐπισταμένους οὐδὲ τοὺς ὀρχεῖσθαι οὐκ εἰδότας, ἀλλὰ τοὺς ἀγνοοῦντας ἃ ἔστιν εἰδότα καλὸν καὶ ἀγαθὸν ἄνδρα εἶναι. (28) καὶ οὕτως δὴ παρεκάλει πρὸς τὸ ἐπιμελεῖσθαι καὶ προσέχειν αὑτῷ τὸν νοῦν [καὶ φιλοσοφεῖν]˙ ᾔδει γὰρ ὅτι τοῦτο ζητοῦντες οὐδὲν ἄλλο ποιήσουσιν ἢ φιλοσοφήσουσι. τὸ γὰρ ζητεῖν καὶ φιλοτιμεῖσθαι ὅπως τις ἔσται καλὸς καὶ ἀγαθὸς οὐκ ἄλλο τι εἶναι ἢ τὸ φιλοσοφεῖν. οὐ μέντοι πολλάκις οὕτως ὠνόμαζεν, ἀλλὰ μόνον ζητεῖν ἐκέλευεν ὅπως ἄνδρες ἀγαθοὶ ἔσονται.