IV A 211

IV A 211 PLUTARCH. adv. Colot. 24 p. 1120 B-25 p. 1121 C:
γενόμενος δ' οὖν ὁ Κωλώτης ἀπὸ τῶν παλαιῶν (C) τρέπεται πρὸς τοὺς καθ' ἑαυτὸν φιλοσόφους, οὐδενὸς τιθεὶς ὄνομα˙ καίτοι καλῶς εἶχε καὶ τούτους ἐλέγχειν ἐπ' ὀνόματος ἢ μηδὲ τοὺς παλαιούς. ὁ δὲ τὸν Σωκράτην καὶ τὸν Πλάτωνα καὶ τὸν Παρμενίδην τοσαυτάκις θέμενος ὑπὸ τὸ γραφεῖον δῆλός ἐστιν ἀποδειλιάσας πρὸς τοὺς ζῶντας, οὐ μετριάσας ὑπ' αἰδοῦς, ἣν τοῖς κρείττοσιν οὐκ ἔνειμε. βούλεται δὲ προτέρους μέν, ὡς ὑπονοῶ, τοὺς Κυρηναϊκοὺς ἐλέγχειν, δευτέρους δὲ τοὺς περὶ Ἀρκεσίλαον Ἀκαδημαϊκούς. οὗτοι γὰρ ἦσαν οἱ περὶ πάντων ἐπέχοντες˙ ἐκεῖνοι δὲ τὰ πάθη καὶ τὰς φαντασίας ἐν αὑτοῖς τιθέντες (D) οὐκ ᾤοντο τὴν ἀπὸ τούτων πίστιν εἶναι διαρκῆ πρὸς τὰς ὑπὲρ τῶν πραγμάτων καταβεβαιώσεις, ἀλλ' ὥσπερ ἐν πολιορκίᾳ τῶν ἐκτὸς ἀποστάντες εἰς τὰ πάθη κατέκλεισαν αὑτούς, τό "φαίνεται" τιθέμενοι τὸ δ' "ἐστί" <μηκέτι> προσαποφαινόμενοι περὶ τῶν ἐκτός. διό φησιν αὐτοὺς ὁ Κωλώτης μὴ δύνασθαι ζῆν μηδὲ χρῆσθαι τοῖς πράγμασιν˙ εἶτα κωμῳδῶν "οὗτοι" φησίν "ἄνθρωπον εἶναι καὶ ἵππον καὶ τοῖχον οὐ λέγουσιν, αὑτοὺς δὲ τοιχοῦσθαι καὶ ἱπποῦσθαι καὶ ἀνθρωποῦσθαι," πρῶτον αὐτὸς ὥσπερ οἱ συκοφάνται κακούργως χρώμενος τοῖς ὀνόμασιν˙ ἕπεται μὲν γὰρ ἀμέλει καὶ ταῦτα τοῖς ἀνδράσιν, ἔδει δέ, ὡς ἐκεῖνοι διδάσκουσι, δηλοῦν τὸ γινόμενον. (E) γλυκαίνεσθαι γὰρ λέγουσι καὶ πικραίνεσθαι <καὶ ψύχεσθαι καὶ θερμαίνεσθαι> καὶ φωτίζεσθαι καὶ σκοτίζεσθαι, τῶν παθῶν τούτων ἑκάστου τὴν ἐνάργειαν οἰκείαν ἐν αὑτῷ καὶ ἀπερίσπαστον ἔχοντος˙ εἰ δὲ γλυκὺ τὸ μέλι καὶ πικρὸς ὁ θαλλὸς καὶ ψυχρὰ ἡ χάλαζα καὶ θερμὸς ὁ ἄκρατος <καὶ φωτεινὸς ὁ ἥλιος> καὶ σκοτεινὸς ὁ τῆς νυκτὸς ἀήρ, ὑπὸ πολλῶν ἀντιμαρτυρεῖσθαι καὶ θηρίων καὶ πραγμάτων καὶ ἀνθρώπων, τῶν μὲν δυσχεραινόντων <τὸ μέλι>, τῶν δὲ προσιεμένων τὴν θαλλίαν καὶ ἀποκαομένων ὑπὸ τῆς χαλάζης καὶ καταψυχομένων ὑπ' οἴνου καὶ πρὸς ἥλιον ἀμβλυωττόντων καὶ νύκτωρ βλεπόντων. (F) ὅθεν ἐμμένουσα τοῖς πάθεσιν ἡ δόξα διατηρεῖ τὸ ἀναμάρτητον, ἐκβαίνουσα δὲ καὶ πολυπραγμονοῦσα τῷ κρίνειν καὶ ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς αὑτήν τε πολλάκις ταράσσει καὶ μάχεται πρὸς ἑτέρους ἀπὸ τῶν αὐτῶν ἐναντία πάθη καὶ διαφόρους φαντασίας λαμβάνοντας. (25) ὁ δὲ Κωλώτης ἔοικε τὸ αὐτὸ πάσχειν τοῖς νεωστὶ γράμματα μανθάνουσι τῶν παίδων, οἳ τοὺς χαρακτῆρας ἐν τοῖς πυξίοις ἐθιζόμενοι λέγειν, ὅταν ἔξω γεγραμμένους ἐν ἑτέροις ἴδωσιν, ἀμφιγνοοῦσι καὶ ταράττονται. (1121) καὶ γὰρ οὗτος, οὓς ἐν τοῖς Ἐπικούρου γράμμασιν [fr. 252 Usener p.185 sqq.] ἀσπάζεται καὶ ἀγαπᾷ λόγους, οὐ συνίησιν οὐδὲ γινώσκει λεγομένους ὑφ' ἑτέρων. οἱ γὰρ εἰδώλου προσπίπτοντος ἡμῖν περιφεροῦς ἑτέρου δὲ κεκλασμένου τὴν μὲν αἴσθησιν ἀληθῶς τυποῦσθαι λέγοντες, προσαποφαίνεσθαι δ' οὐκ ἐῶντες ὅτι στρογγύλος ὁ πύργος ἐστὶν ἡ δὲ κώπη κέκλασται, τὰ πάθη τὰ αὑτῶν καὶ τὰ φαντάσματα βεβαιοῦσι τὰ δ' ἐκτὸς οὕτως ἔχειν ὁμολογεῖν οὐκ ἐθέλουσιν˙ ἀλλ' ὡς ἐκείνοις τὸ ἱπποῦσθαι καὶ τὸ τοιχοῦσθαι λεκτέον, οὐχ ἵππον οὐδὲ τοῖχον, οὕτως ἄρα τὸ στρογγυλοῦσθαι καὶ τὸ σκαληνοῦσθαι τὴν (B) ὄψιν, οὐ σκαληνὸν οὐδὲ στρογγύλον ἀνάγκη <τούτοις τὴν κώπην καὶ> τὸν πύργον λέγειν˙ τὸ γὰρ εἴδωλον, ὑφ' οὗ πέπονθεν ἡ ὄψις, κεκλασμένον ἐστίν, ἡ κώπη δ' ἀφ' ἧς τὸ εἴδωλον οὔκ ἐστι κεκλασμένη˙ διαφορὰν οὖν τοῦ πάθους πρὸς τὸ ὑποκείμενον ἐκτὸς ἔχοντος ἢ μένειν ἐπὶ τοῦ πάθους δεῖ τὴν πίστιν ἢ τὸ εἶναι τῷ φαίνεσθαι προσαποφαινομένην ἐλέγχεσθαι. τὸ δὲ δὴ βοᾶν αὐτοὺς καὶ ἀγανακτεῖν ὑπὲρ τῆς αἰσθήσεως, <ὡς> οὐ λέγουσι τὸ ἐκτὸς εἶναι θερμὸν ἀλλὰ τὸ ἐν αὐτῇ πάθος γεγονέναι τοιοῦτον, ἆρ' οὐ ταὐτόν ἐστι τῷ λεγομένῳ περὶ τῆς γεύσεως, ὅτι τὸ ἐκτὸς οὔ φησιν εἶναι γλυκύ, πάθος δέ τι καὶ κίνημα περὶ αὐτὴν γεγονέναι τοιοῦτον; (C) ὁ δὲ λέγων ἀνθρωποειδῆ φαντασίαν λαμβάνειν, εἰ δ' ἄνθρωπός ἐστι μὴ αἰσθάνεσθαι, πόθεν εἴληφε τὰς ἀφορμάς; οὐ παρὰ τῶν λεγόντων καμπυλοειδῆ φαντασίαν λαμβάνειν, εἰ δὲ καμπύλον ἐστί, μὴ προσαποφαίνεσθαι τὴν ὄψιν μηδ' ὅτι στρογγύλον, ἀλλ' ὅτι φάντασμα περὶ αὐτὴν καὶ τύπωμα στρογγυλοειδὲς γέγονε;