IV A 213

IV A 213 SEXT. EMP. adv. mathem. VII 190-200:
ἀλλὰ καὶ τῆς Ἀκαδημαϊκῆς ἱστορίας ἄνωθεν ἀπὸ Πλάτωνος ἀποδοθείσης, οὐκ ἔστιν ἀλλότριόν που καὶ τὴν τῶν Κυρηναϊκῶν στάσιν ἐπελθεῖν. δοκεῖ γὰρ καὶ τῶν ἀνδρῶν τούτων ἡ αἵρεσις ἀπὸ τῆς Σωκράτους ἀνεσχηκέναι διατριβῆς, ἀφ' ἧσπερ ἀνέσχε καὶ ἡ τῶν περὶ Πλάτωνα διαδοχή. (191) φασὶν οὖν οἱ Κυρηναϊκοὶ κριτήρια εἶναι τὰ πάθη καὶ μόνα καταλαμβάνεσθαι καὶ ἀδιάψευστα τυγχάνειν, τῶν δὲ πεποιηκότων τὰ πάθη μηδὲν εἶναι καταληπτὸν μηδὲ ἀδιάψευστον˙ ὅτι μὲν γὰρ λευκαινόμεθα, φασί, καὶ γλυκαζόμεθα, δυνατὸν λέγειν ἀδιαψεύστως καὶ ἀληθῶς καὶ βεβαίως <καὶ> ἀνεξελέγκτως˙ ὅτι δὲ τὸ ἐμποιητικὸν τοῦ πάθους λευκόν ἐστιν ἢ γλυκύ ἐστιν, οὐχ οἷόν τ' ἀποφαίνεσθαι. (192) εἰκὸς γάρ ἐστι καὶ ὑπὸ μὴ λευκοῦ τινα λευκαντικῶς διατεθῆναι καὶ ὑπὸ μὴ γλυκέος γλυκανθῆναι. καθὰ γὰρ ὁ μὲν σκοτωθεὶς καὶ ἰκτεριῶν ὠχραντικῶς ὑπὸ πάντων κινεῖται, ὁ δὲ ὀφθαλμιῶν ἐρυθαίνεται, ὁ δὲ παραπιέσας τὸν ὀφθαλμὸν ὡς [15] ὑπὸ δυεῖν κινεῖται, ὁ δὲ μεμηνὼς διασσὰς ὁρᾷ τὰς Θήβας καὶ δισσὸν [16] φαντάζεται τὸν ἥλιον, (193) ἐπὶ πάντων δὲ τούτων τὸ μὲν ὅτι τόδε τι πάσχουσιν, οἷον ὠχραίνονται ἢ ἐρυθαίνονται ἢ δυάζονται, ἀληθές, τὸ δὲ ὅτι ὠχρόν ἐστι τὸ κινοῦν αὐτοὺς ἢ ἐνερευθὲς ἢ διπλοῦν ψεῦδος εἶναι νενόμισται, οὕτω καὶ ἡμᾶς εὐλογώτατόν ἐστι πλέον τῶν οἰκείων παθῶν μηδὲν λαμβάνειν δύνασθαι. ὅθεν ἤτοι τὰ πάθη φαινόμενα θετέον ἢ τὰ ποιητικὰ τῶν παθῶν. (194) καὶ εἰ μὲν τὰ πάθη φαμὲν εἶναι φαινόμενα, πάντα τὰ φαινόμενα λεκτέον ἀληθῆ καὶ καταληπτά˙ εἰ δὲ τὰ ποιητικὰ τῶν παθῶν προσαγορεύομεν φαινόμενα, πάντα ἐστὶ τὰ φαινόμενα ψευδῆ καὶ πάντα ἀκατάληπτα. τὸ γὰρ περὶ ἡμᾶς συμβαῖνον πάθος ἑαυτοῦ πλέον οὐδὲν ἡμῖν ἐνδείκνυται. ἔνθεν καὶ (εἰ χρὴ τἀληθὲς λέγειν) μόνον τὸ πάθος ἡμῖν ἐστι φαινόμενον˙ τὸ δ' ἐκτὸς καὶ τοῦ πάθους ποιητικὸν τάχα μέν ἐστιν ὄν, οὐ φαινόμενον δὲ ἡμῖν. (195) καὶ ταύτῃ περὶ μὲν τὰ πάθη τά γε οἰκεῖα πάντες ἐσμὲν ἀπλανεῖς, περὶ δὲ τὸ ἐκτὸς ὑποκείμενον πάντες πλανώμεθα˙ κἀκεῖνα μέν ἐστι καταληπτά, τοῦτο δὲ ἀκατάληπτον, τῆς ψυχῆς πάνυ ἀσθενοῦς καθεστώσης πρὸς διάγνωσιν αὐτοῦ παρὰ τοὺς τόπους, παρὰ τὰ διαστήματα, παρὰ τὰς κινήσεις, παρὰ τὰς μεταβολάς, παρὰ ἄλλας παμπληθεῖς αἰτίας. ἔνθεν οὐδὲ κριτήριόν φασιν εἶναι κοινὸν ἀνθρώπων, ὀνόματα δὲ κοινὰ τίθεσθαι τοῖς συγκρίμασιν˙ (196) λευκὸν μὲν γάρ τι καὶ γλυκὺ καλοῦσι κοινῶς πάντες, κοινὸν δέ τι λευκὸν ἢ γλυκὺ οὐκ ἔχουσιν˙ ἕκαστος γὰρ τοῦ ἰδίου πάθους ἀντιλαμβάνεται, τὸ δὲ εἰ τοῦτο τὸ πάθος ἀπὸ λευκοῦ ἐγγίνεται αὐτῷ καὶ τῷ πέλας, οὔτ' αὐτὸς δύναται λέγειν μὴ ἀναδεχόμενος τὸ τοῦ πέλας πάθος, οὔτε ὁ πέλας μὴ ἀναδεχόμενος τὸ ἐκείνου. (197) μηδενὸς δὲ κοινοῦ πάθους περὶ ἡμᾶς γινομένου προπετές ἐστι τὸ λέγειν ὅτι τὸ ἐμοὶ τοῖον φαινόμενον τοῖον [40] καὶ τῷ παρεστῶτι φαίνεται. τάχα γὰρ ἐγὼ μὲν οὕτω συγκέκριμαι ὡς λευκαίνεσθαι ὑπὸ τοῦ ἔξωθεν προσπίπτοντος, ἕτερος δὲ οὕτω κατεσκευασμένην ἔχει τὴν αἴσθησιν ὥστε ἑτέρως διατεθῆναι. οὐ πάντως οὖν κοινόν ἐστι τὸ φαινόμενον ἡμῖν. (198) καὶ ὅτι τῷ ὄντι παρὰ τὰς διαφόρους τῆς αἰσθήσεως κατασκευὰς οὐχ ὡσαύτως κινούμεθα, πρόδηλον ἐπί τε τῶν ἰκτεριώντων καὶ ὀφθαλμιώντων καὶ τῶν κατὰ φύσιν διακειμένων˙ ὡς γὰρ ἀπὸ τοῦ αὐτοῦ οἱ μὲν ὠχραντικῶς οἱ δὲ φοινικτικῶς οἱ δὲ λευκαντικῶς πάσχουσιν, οὕτως εἰκός ἐστι τοὺς κατὰ φύσιν διακειμένους παρὰ τὴν διάφορον τῶν αἰσθήσεων κατασκευὴν μὴ ὡσαύτως ἀπὸ τῶν αὐτῶν κινεῖσθαι, ἀλλ' ἑτέρως μὲν τὸν λευκόν, ἑτέρως δὲ τὸν χαροπόν, μὴ ὡσαύτως δὲ τὸν μελανόφθαλμον. ὥστε κοινὰ μὲν ἡμᾶς ὀνόματα τιθέναι τοῖς πράγμασιν πάθη δέ γε ἔχειν ἴδια. (199) ἀνάλογα δὲ εἶναι δοκεῖ τοῖς περὶ κριτηρίων λεγομένοις κατὰ τούτους τοὺς ἄνδρας καὶ τὰ περὶ τελῶν λεγόμενα. διήκει γὰρ τὰ πάθη καὶ ἐπὶ τὰ τέλη. τῶν γὰρ παθῶν τὰ μέν ἐστιν ἡδέα τὰ δὲ ἀλγεινὰ τὰ δὲ μεταξύ˙ καὶ τὰ μὲν ἀλγεινὰ κακά φασιν εἶναι ὧν τέλος ἀλγηδών, τὰ δὲ ἡδέα ἀγαθά, ὧν τέλος ἐστὶν ἀδιάψευστον ἡδονή, τὰ δὲ μεταξὺ οὔτε ἀγαθὰ οὔτε κακά, ὧν τέλος τὸ οὔτε ἀγαθὸν οὔτε κακόν, ὅπερ πάθος ἐστὶ μεταξὺ ἡδονῆς καὶ ἀλγηδόνος. (200) πάντων οὖν τῶν ὄντων τὰ πάθη κριτήριά ἐστι καὶ τέλη, ζῶμέν τε, φασίν, ἑπόμενοι τούτοις, ἐναργείᾳ τε καὶ εὐδοκήσει προσέχοντες, ἐναργείᾳ μὲν κατὰ τὰ ἄλλα πάθη, εὐδοκήσει δὲ κατὰ τὴν ἡδονήν˙ τοιαῦτα μὲν καὶ οἱ Κυρηναϊκοί, συστέλλοντες μᾶλλον τὸ κριτήριον παρὰ τοὺς περὶ τὸν Πλάτωνα˙ ἐκεῖνοι μὲν γὰρ σύνθετον αὐτὸ ἐποίουν ἔκ τε <τῆς> ἐναργείας καὶ τοῦ λόγου, οὗτοι δὲ ἐν μόναις αὐτὸ ταῖς ἐναργείαις καὶ τοῖς πάθεσιν ὁρίζουσιν.