IV A 215

IV A 215 ARISTOCLES. Περὶ φιλοσοφίας fr. 5 F.Ph.G. III p. 217 [ap. EUSEB. praep. evang. XIV 20, 13 p. 768 C]:
διότι μὲν οὖν οὐκ ὀρθῶς λέγουσιν οἱ φάσκοντες εἶναι πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, δῆλον ἐκ τούτων. ἀλλὰ γὰρ καὶ τούτων οὕτως ἐχόντων αὖθις οἱ περὶ τὸν Ἐπίκουρον ἐκ τῆς Ἀριστίππου διαγωγῆς ὁρμώμενοι πάντα ἡδονῆς ἐξῆπτον καὶ αἰσθήσεως, μόνα τὰ πάθη καταληπτὰ καὶ τέλος ἀγαθῶν τὴν ἡδονὴν εἶναι ὁριζόμενοι.