IV A 218

IV A 218 ARISTOCLES Περὶ φιλοσοφίας fr. 4 F.Ph.G. III p. 214 [ap. EUSEB. praep. evang. XIV 19, 1 p. 764 B- 2 p. 764 D]:
ἑξῆς δ' ἂν [3] εἶεν οἱ λέγοντες μόνα τὰ πάθη καταληπτα˙ τοῦτο δ' εἶπον ἔνιοι τῶν ἐκ [4] τῆς Κυρήνης. οὗτοι δ' ἠξίουν, ὥσπερ ὑπὸ κάρου πιεζόμενοί τινος οὐδὲν εἰδέναι τὸ παράπαν, εἰ μή τις παραστὰς αὐτοὺς παίοι καὶ κεντῴη˙ καιόμενοι γὰρ ἔλεγον ἢ τεμνόμενοι γνωρίζειν ὅτι πάσχοιέν τι˙ πότερον δὲ τὸ καῖον εἴη πῦρ, ἢ τὸ τέμνον σίδηρος, οὐκ ἔχειν εἰπεῖν. (2) τοὺς δὴ ταῦτα λέγοντας εὐθὺς ἔροιτό τις ἄν, εἰ δὴ τοῦτο γοῦν ἴσασιν αὐτοί, διότι πάσχουσί τι καὶ αἰσθάνονται. μὴ εἰδότες μὲν γὰρ οὐδ' εἰπεῖν δυνηθεῖεν ἂν ὅτι μόνον ἴσασι τὸ πάθος˙ εἰ δ' αὖ γνωρίζουσιν, οὐκ ἂν εἴη μόνα τὰ πάθη καταληπτά. τὸ γὰρ "ἐγὼ καίομαι" λόγος ἦν καὶ οὐ πάθος.