V B 222

V B 222 TELES p. 12, 5-13, 13 [= STOB. III 1, 98]:
οὕτως ἐάν σοι δείξω δύο γέροντας, δύο πένητας, δύο φεύγοντας, τὸν μὲν ἐν τῇ πάσῃ εὐκολίᾳ καὶ ἀπαθείᾳ ὄντα, τὸν δὲ ἐν τῇ πάσῃ ταραχῇ, οὐ φανερὸν ὅτι οὐ τὸ γῆρας, οὐ τὴν πενίαν, οὐ τὴν ξενίαν αἰτιατέον ἀλλ' ἕτερόν τι; καὶ ὅπερ Διογένης ἐποίησεν πρὸς τὸν πολυτελῆ φάμενον πόλιν εἶναι τὰς Ἀθήνας˙ λαβὼν γὰρ αὐτὸν ἦγεν εἰς τὸ μυροπωλεῖον καὶ ἐπυνθάνετο πόσου τῆς κύπρου ἡ κοτύλη. "μνᾶς" φησιν ὁ μυροπώλης˙ ἀνέκραγε "πολυτελής γε ἡ πόλις." ἀπῆγεν αὐτὸν πάλιν εἰς τὸ μαγειρεῖον καὶ ἐπυνθάνετο πόσου τὸ ἀκροκώλιον. "τριῶν δραχμῶν˙" ἐβόα "πολυτελής γε ἡ πόλις." εἰς τὰ ἔρια πάλιν τὰ μαλακὰ καὶ πόσου τὸ πρόβατον. "μνᾶς" φησίν˙ ἐβόα "πολυτελής γε ἡ πόλις." "δεῦρο δή" φησί. κἀνταῦθα ἄγει αὐτὸν καὶ εἰς τοὺς θέρμους. "πόσου ἡ χοῖνιξ;" "χαλκοῦ" φησίν˙ ἀνέκραγεν ὁ Διογένης "εὐτελής γε ἡ πόλις." πάλιν εἰς τὰς ἰσχάδας, "δύο χαλκῶν." "τῶν δὲ μύρτων;" "δύο χαλκῶν˙" "εὐτελής γε ἡ πόλις." ὃν τρόπον οὖν ὧδε οὐχ ἡ πόλις εὐτελὴς καὶ <πολυτελής, ἀλλ' ἐὰν μὲν οὕτω ζῇ> πολυτελής, ἐὰν δὲ οὕτως, εὐτελής, οὕτω καὶ τὰ πράγματα, ἐὰν μὲν αὐτοῖς οὕτω χρῆται, εὐπετῆ καὶ ῥᾴδια φανεῖται, ἐὰν δὲ οὕτως, δυσχερῆ.
GNOM. PARIS. n. 333:
Διογένης πολυτελῆ τινος πόλιν εἶναι φαμένου τὰς Ἀθήνας λαβὼν αὐτὸν ἤγαγεν εἰς τὸ μυροπώλιον καὶ ἐπυνθάνετο, πόσου τοῦ μύρου ὤνιος ἡ κοτύλη˙ "μνᾶς" ἔφη ὁ μυροπώλης˙ καὶ ὁ Διογένης ἀνέκραγε "πολυτελὴς γε ἡ πόλις˙" ἀπήγεν αὐτὸν πάλιν εἰς τὸ μαγειρεῖον καὶ ἐπυνθάνετο, πόσου τὸ ἀκροκώλιον˙ "τριῶν δραχμῶν" εἶπεν ὁ μάγειρος˙ καὶ ὁ Διογένης ἔφη "πολυτελής γε ἡ πόλις." ἀπήγαγε πάλιν εἰς τὰ μαλακὰ ἔρια καὶ ἤρετο, πόσου τὸ πρόβατον˙ "μνᾶς" ἐἶπεν ὁ πιπράσκων˙ καὶ ὁ Διογένης αὖθις "πολυτελής γε ἡ πόλις" ἐβόησεν˙ εἶτα "δεῦρω" φησὶ τῷ τὴν Ἀθηνῶν πολυτέλιαν θαυμάζοντι "ἐνταῦθα"˙ καὶ ἄγει αὐτὸν εἰς τοὺς θέρμους καὶ "πόσου" φησίν "ἡ χοῖνιξ˙" "χαλκοῦ" ἀκούει "ὤνιος" καὶ ἀνέκραγεν εὐθύς "εὐτελὴς ἡ πόλις˙" πάλιν εἰς τὰς ἰσχάδας˙ "δύο χαλκῶν˙" "εὐτελὴς ἡ πόλις" εἶπε˙ καὶ πρὸς τὸν θαυμάζοντα ἔφη˙ "ὁρᾷς, ὦ τάν, ἐφ' ἡμῖν ἐστι τὴν πόλιν εὐτελῆ καὶ πολυτελῆ εὐρίσκειν˙ εἰ μὲν γὰρ βουλοίμεθα τοῖς πολυτελέσι χρῆσθαι, καὶ αὕτη ἡμῖν μετὰ πολυτελείας ἀπαντήσει˙ ἢν δὲ εὐτέλεσι, καὶ αὕτη πάντως εὐτελὴς ἔσται."