IV A 222

IV A 222 SOCRATIC. EPIST. IX ( Ἀρίστιππος Ἀντισθένει):
(1) κακοδαιμονοῦμεν, ὦ Ἀντίσθενες, οὐ μετρίως. πῶς γὰρ οὐ μέλλομεν κακοδαιμονεῖν ὄντες παρὰ τυράννῳ καὶ ὁσημέραι ἐσθίοντες καὶ πίνοντες πολυτελείᾳ καὶ ἀλειφόμενοί τινι τῶν εὐωδεστάτων μύρων καὶ σύροντες ἐσθῆτας μακρὰς ἐκ Τάραντος; καὶ οὐδείς με ἐξαιρήσεται τῆς Διονυσίου ὠμότητος, ὅς <με> ὥς τινα ἐνεχύριον οὐκ ἀγνῶτα, ἀλλὰ καὶ λόγων ἐπιμελητὴν τῶν Σωκρατικῶν κατέχει, ὥσπερ ἔφην, σιτίζων καὶ ἀλείφων καὶ ἀμφιεννὺς τοιαῦτα καὶ οὔτε δίκην φοβεῖται τῶν θεῶν οὔτ' ἄνθρωπον αἰδεῖται, ὅστις με τοιαῦτα διατίθεται. νῦν δ' αὖ καὶ τὸ κακὸν εἰς τὸ δεινότερον οἴχεται, ὅπου δεδώρηται γυναῖκας Σικελικὰς τρεῖς ἀναλέκτους τὸ κάλλος καὶ ἀργύρια πάμπολλα. (2) καὶ πότε παύσεται ἅνθρωπος οὗτος τοιαῦτα ποιῶν, οὐκ οἶδα. εὖ οὖν ποιεῖς ἀχθόμενος ἐπὶ τῇ κακοδαιμονίᾳ τῶν ἄλλων, κἀγὼ δὲ ἐπὶ τῇ σῇ εὐδαιμονίᾳ ἥδομαι, ἵνα σοι τὰ αὐτὰ δόξῳ ποιεῖν τε καὶ ἀποτίνειν τὰς χάριτας. ἔρρωσο. τῶν τε ἰσχάδων ἀποτίθεσο ἵν' ἔχης εἰς τὸ χεῖμα, καὶ τῶν ἀλφίτων ἔχε τῶν Κρητικῶν˙ ταῦτα γὰρ δοκεῖ ἀμείνω τοῦ χρήματος εἶναι˙ καὶ ἀπὸ τῆς Ἐννεακρούνου λούου τε καὶ πῖνε καὶ τὸν αὐτὸν τρίβωνα θέρους τε καὶ χειμῶνος ἔχε ῥυπῶντα, ὡς πρέπει τῷ ἐλευθέρῳ καὶ ζῶντι [ἐν Ἀθήναις] δημοκρατικῶς. (3) ἐγὼ μὲν γάρ, ἐξ οὗ εἰς τυραννουμένην ἧκα πόλιν τε καὶ νῆσον, ᾔδειν, ὅτι κακοδαιμονήσω ταῦτα πάσχων, καθάπερ σύ μοι γράφεις. νῦν <δὲ> ἐλεοῦντές με περιβλέπονται Συρακούσιοι καὶ Ἀκραγαντίνων οἳ ἐπιδημοῦντες καὶ Γελῴων καὶ οἱ ἄλλοι Σικελιῶται. τῆς δὲ μανίας, ἧς ἐμάνην εἰς ταῦτα ἐλθὼν ἀβούλως τὰ ἀτοπήματα, ἐπαρῶμαι ἀρὰν κατ' ἐμαυτοῦ, ἧς ἄξιός εἰμι, μὴ ἐκλιπεῖν με τὰ κακὰ ταῦτα, ὁπότε ἐγὼ γεγονὼς ἔτη τοσαῦτα καὶ φρονεῖν δοκῶν πεινῆν καὶ ῥιγοῦν καὶ ἀδοξεῖν οὐκ ἠθέλησα οὐδὲ πώγωνα τρέφειν μέγαν. (4) πέμψω δέ σοι τῶν θέρμων τοὺς μεγάλους τε καὶ λευκούς, ἵν' ἔχῃς μετὰ τὸ ἐπιδείξασθαι τὸν Ἡρακλέα τοῖς νέοις ὑποτρώγειν˙ αἰσχρὸν γὰρ οὔ φασί σοι περὶ τοιούτων λέγειν ἢ γράφειν. Διονυσίῳ γὰρ ἐάν τις λέγῃ περὶ θέρμων, αἰσχρόν γε οἶμαι διὰ τοὺς τῶν τυράννων νόμους. τὰ λοιπὰ δὲ παρὰ Σίμωνα τὸν σκυτοτόμον βάδιζε διαλεγόμενος, οὗ μεῖζόν σοι ἐν σοφίᾳ οὐδ' ἔστιν οὐδ' ἂν γένοιτο. ἐμοὶ μὲν γὰρ ἀπηγόρευται τοῖς χειροτέχναις προσιέναι, ἐπειδὴ ὑφ' ἑτέρων ἐξουσίᾳ εἰμί.