IV A 223

IV A 223 SOCRATIC. EPIST. XI ( Ἀρίστιππος Αἰσχίνῃ):
λυθήσονται τῆς φυλακῆς οἱ νεανίσκοι, περὶ ὧν μοι γράφεις, οἱ Λοκροὶ καὶ οὐ τεθνήξονται˙ οὐδὲ ἀπολοῦσι τι τῶν χρημάτων ἥκοντές γε παραυτὰ τοῦ θανεῖν. ταῦτα δὲ Ἀντισθένει μὴ λέξῃς, εἰ σέσωκα τοὺς φίλους. οὐ γὰρ αὐτῷ ἀρέσκει τυράννοις φίλοις χρῆσθαι, ἀλλὰ τοὺς ἀλφιτοπώλας καὶ τοὺς καπήλους ἀναζητεῖν, οἵτινες δικαίως τὰ ἄλφιτα καὶ τὸν οἶνον πωλοῦσιν ἐν Ἀθήναις καὶ τὰς ἐξωμίδας μισθοῦσι τὰς παχείας, ὁπόταν οἱ σκίρωνες πνέωσι, καὶ τὸν Σίμωνα θεραπεύειν˙ τοῦτο γὰρ οὐκ ἔστι χρῆμα.