IV A 224

IV A 224 SOCRATIC. EPIST. XIII ( Ἀρίστιππος Σίμωνι):
(1) οὐκ ἐγώ [2] σε κωμῳδῶ, ἀλλὰ Φαίδων, λέγων γεγονέναι σε κρείσσω καὶ σοφώτερον [3] Προδίκου τοῦ Κείου, ὃς ἔφη ἀπελέγξαι σε αὐτὸν περὶ τὸ ἐγκώμιον τὸ εἰς τὸν Ἡρακλέα γενόμενον αὐτῷ. θαυμάζω μέντοι σε καὶ ἐπαινῶ, εἰ σκυτικὸς ὢν σοφίας ἐμπλησθεὶς καὶ πάλαι μὲν Σωκράτην ἔπειθες καὶ τοὺς καλλίστους νέους καὶ εὐγενεστάτους παρὰ σὲ καθέζεσθαι, οἷον Ἀλκιβιάδην τε τὸν Κλεινίου καὶ Φαῖδρον τὸν Μυρρινούσιον καὶ Εὐθύδημον τὸν Γλαύκωνος καὶ τῶν τὰ κοινὰ πραττόντων Ἐπικράτεα τὸν Σακεσφόρον καὶ Εὐρυπτόλεμον καὶ τοὺς ἄλλους˙ ὡς εἰ καὶ Περικλεῖ γε τῷ Ξανθίππου μὴ αἱ στρατηγίαι ἦσαν καὶ ὁ πόλεμος τότε, κἂν οὗτος, οἶμαι, ἦν παρὰ σέ. καὶ νῦν ἴσμεν, ὁποῖος εἶ˙ Ἀντισθένης γὰρ παρὰ σὲ φοιτᾷ. δύνῃ δὲ καὶ ἐν Συρακούσαις φιλοσοφεῖν˙ οἱ γὰρ ἱμάντες τίμιοί εἰσι καὶ τὰ σκύτη. (2) καὶ οὐκ οἶσθα, ὡς ἐγὼ μὲν τῶν ὑποδημάτων χρώμενος παρ' ἕκαστα τὴν τέχνην σου θαυμασίαν τινὰ ποιῶ˙ Ἀντισθένης δὲ γυμνοποδῶν τί γὰρ ἄλλο πράττει ἢ σοὶ ἀργίαν καὶ ἀμισθίαν εἰσάγει πείθων τοὺς νέους καὶ ἅπαντας Ἀθηναίως γυμνοποδεῖν; σκόπει οὖν, ὁπόσον σοι ἐγὼ φίλος ὁ ῥᾳστώνην καὶ τὴν ἡδονὴν ἀποδεχόμενος˙ σὺ δ' ὁμολογῶν εὐλόγως ἐρωτᾶν Πρόδικον, τὸ ἀκόλουθον οὐκ ἔγνως ἐπὶ σαυτοῦ˙ οὕτω γὰρ ἂν ἐμὲ μὲν ἐθαύμαζες, τοὺς δὲ ἔχοντας βαθεῖς πώγωνας καὶ τοῦς σκίπωνας ἐγέλασας τῆς ἀλαζονείας ῥυπῶντάς τε καὶ φθειριῶντας καὶ ὄνυχας ὥσπερ τὰ θηρία μακροὺς περικειμένους καὶ ἐναντίας σου τῆς τέχνης ὑποτιθεμένους ὑποθήκας.