IV A 225

IV A 225 SOCRATIC. EPIST. XVI ( Ἀριστίππου):
τὰ περὶ τῆς τελευταίας Σωκράτους ἐμάθομεν ἐγώ τε καὶ Κλεόμβροτος καὶ ὅτι οὐδὲ παριέμενος ὑπὸ τῶν ἕνδεκα διαδρᾶναι ὑπέμεινε λέγων ὅτι μὴ μέλλοι διδράσκειν εἰ μὴ καὶ πρότερον παρὰ τὼς νόμως σωθείη˙ οὕτω γὰρ ἂν ἁ πατρὶς αὐτῷ, ὅσον ἐφ' αὐτῷ, καταπροδοθείη, ἐμοὶ δὲ ἐδόκει ἀδίκως αὐτὸν ἐμπεσόντα ὅτῳ δή ποτε τρόπῳ σώζεσθαι. δοκέω μέντοι πάντα τὰ ἐκείνῳ πρασσόμενα καὶ κακὰ καὶ ἄφρονα δίκαια εἶναι, ὥστε ταῦτα πάλιν μὴ ἐπιμέμφεσθαι ἀμέτρως γεγονέναι. ἐπέστειλας δέ μοι, πῶς ἀνεχωρήσατε πάντες ἀπ' Ἀθηνῶν οἱ Σωκράτους ἐρασταί τε καὶ φιλόσοφοι δεδιότες μή τι καὶ ἐφ' ὑμᾶς ἔλθοι τῶν αὐτῶν [ἄν]˙ καὶ οὐκ ἐποιεῖτε φλαύρως. καὶ ἅμες οὖν ὡς ἐσμέν, ἐν Αἰγίνᾳ διατελέομες ἐπὶ τοῦ παρόντος˙ εἶτα δὲ παρ' ὑμᾶς ἀφιξόμεθα καὶ εἴ τι ἔχοιμες βέλτιον ποιέειν, ποιήσομες.