IV A 226

IV A 226 SOCRATIC. EPIST. XXVII ( Ἀρίστιππος Ἀρήτῃ τῇ θυγατρί):
(1) ἐκομισάμην παρὰ σοῦ γράμματά μοι πεμφθέντα διατελέα, ἐν οἷς ἐδέου με παραγενέσθαι ὡς τάχιστα εἰς Κυρήνην λέγουσα οὐκ εὖ σοι ἀπαντᾶσθαι οὔτε παρὰ τῶν ἐπισκόπων οὔτε ἱκανὸν εἶναι οἰκονομῆσαι τὸν ἄνδρα αἰδῶ τε ἔχοντα καὶ θορύβων πολιτικῶν ζῆν μακρὰν εἰθισμένον. ἐγὼ δὲ πειρώμενος ὡς ἂν ἀφεθείην ὑπὸ Διονυσίου πλεῦσαι πρὸς σέ, ἐμποδών μοι τοῦ χρεὼν στάντος ἐν Λιπάραις μαλακῶς ἔσχον˙ ὅτε δὴ καὶ τοὺς περὶ Σώνικον ἄριστά μοι προσφερομένους ἐνόησα τημελοῦντάς με γνησίως†, καὶ ὡς ἂν εἰ ἀρκεῖταί τις ζῆν τῶν διάθεσιν φιλικήν†. (2) περὶ ὧν δὲ ἔκρινας τίνα ἕξεις τιμὴν ὑπ' ἐμοῦ ἠλευθερωμένοις, οἳ καὶ ἔλεγον Ἀριστίππου μὴ ἀποχωρήσειν, ἕως ἂν αὐτοῖς ᾖ δύναμις ἀρέσκειν ἐκείνῳ τε καὶ σοί, πάντ' οὖν αὐτοῖς πίστευε˙ περιέσται γὰρ αὐτοῖς ἐκ τῆς ἐμῆς βιοτῆς μὴ εἶναι κακοῖς. ὑποτίθεμαι δέ σοι τὰ πρὸς ἄρχοντας οἰκονομεῖν ὥστε τὸ ἐμὸν συμβούλευμα τοῦτο συμφέρον. τοῦτο δὲ ἦν μὴ τοῦ πλείονος ὀριγνᾶσθαι. ἄριστα γὰρ οὕτως ἐξάγεις τὰ κατὰ τὸν βίον ὑπεροπτικὴ παντὸς οὖσα τοῦ πλέονος. οὐ γὰρ δὴ ἐκεῖνοι τοσοῦτόν σε ἀδικήσαιεν <ἄν>, ὥστε <σε> ἐνδεᾶ γενέσθαι. οἱ δύο μὲν γάρ σοι κῆποι μένουσιν ἱκανοὶ ὄντες καὶ πολυτελεῖ βίῳ. τὸ δ' ἐν τῇ Βερενίκῃ κτῆμα καὶ μόνον καταλειφθὲν πρὸς ἀρίστην διαγωγὴν οὐχ ὑπολείψει. (3) τῶν μικρῶν ὑμᾶς οὐ παρακελεύομαι καταφρονεῖσθαι, ἀλλὰ μὴ ἐπὶ μικροῖς ταράττεσθαι, ἔνθα οὐδὲ ἐπὶ μεγάλοις καλὸν ἡ ὀργή. εἰ δέ μου διαλυθέντος ὑπὸ τῆς φύσεως ποιῆσαι ἐμὸν βούλημα ζητεῖς, [ὡς] ὅτι κράτιστα παιδεύσασα τὸν Ἀρίστιππον Ἀθήναζε χώρει Ξανθίππην τε καὶ Μυρτὼ πρὸ παντὸς ποιουμένη, αἵ με πολλάκις ἐλιπάρουν ἐπὶ μυστήριά σε ἄγειν. τὸ οὖν ἡδὺ βιότευμα μετὰ τούτων ἔχουσα κατάλιπε τοῖς ἐν Κυρήνῃ ἐπισκόποις ὅ τι ποτ' ἂν ἐθέλωσιν ἀδικεῖν (σὲ γὰρ οὐκ εἰς τὸ φυσικὸν τέλος ἀδικήσουσι) πειρῶ δὲ μετὰ Ξανθίππης καὶ Μυρτοῦς ζῆν, ὡς ἐμοὶ φίλον μετὰ Σωκράτους, πλέον <διὰ> τὴν ἐκείνων φιλίαν σεαυτὴν στέλλουσα˙ κεῖθι <γὰρ> τὸ σοβαρὸν οὐκ ἐπιχώριον. (4) εἰ δ' ἔλθοι θᾶττον ἅμα Λαμπροκλῆς εἰς Κυρήνην ὁ Σωκράτους, ὃς ἐν Μεγάροις ὡμίλει μοι, ποιήσεις ἄριστα κοινουμένη τὸν βίον αὐτῷ καὶ μηδὲν διαφορώτερον τοῦ τέκνου τιμῶσα. θῆλυ δὲ τέκνον εἰ μηκέτι τρέφειν βούλει διὰ τὸ πολλὰ ἀνιᾶσθαι ἐπὶ παιδοτροφίᾳ, τὸ τῆς Εὐβοΐδος θυγάτριον, ὃ δὴ ἐλευθέρως ἦγες, † ἐμοί τε χαρίζεσθαι βουλομένη ἐπὶ τῷ τῆς ἐμῆς μητρὸς ὀνόματι <ὠνόμασας> Μίκαν˙ καὶ γὰρ ἐγὼ πολλάκις Μίκαν αὐτὸ προσηγόρευσα. † πρὸ παντὸς δὲ ἐπισκήπτω <σοι> τοῦ μικροῦ Ἀριστίππου ἐπιμελεῖσθαι, ὅπως ἄξιος ἡμῶν καὶ φιλοσοφίας˙ ταύτην γὰρ αὐτῷ καταλείπω τὴν ὄντως κληρονομίαν, τἄλλα μὲν γὰρ τοῦ βίου καὶ τοὺς ἐν Κυρήνῃ ἄρχοντας ἔχει πολεμίους. (5) περὶ φιλοσοφίας δὲ οὐδέν μοι γέγραφας, ὅτι ταύτην σού τις ἀφῄρηται. μέγα οὖν, ὦ ἀγαθὴ γύναι, χαῖρε ἐπὶ τῷ πλουτεῖν πλοῦτον τὸν ὑπὸ σοὶ κείμενον καὶ κτηματίτην ποίει τούτου τὸν υἱόν, ὃν ἐβουλόμην μὲν αὐτὸς ἤδη ἐμὸν υἱὸν εἶναι. ἐπειδὴ δὲ ἀναλύω μὴ ἐμπλησθεὶς αὐτοῦ, πέποιθα καὶ σοί, διότι τὴν αὐτὴν ἄξεις πορείαν τὴν συνήθη ἀγαθοῖς ἀνδράσιν. ἔρρωσο καὶ περὶ ἡμῶν <μὴ> ἀγανάκτει.