V B 236

V B 236 DIOG. LAERT. VI 32:
εἰσαγαγόντος τινὸς αὐτὸν [scil. Diogenem] εἰς οἶκον πολυτελῆ καὶ κωλύοντος πτύσαι, ἐπειδὴ ἐχρέμψατο, εἰς τὴν ὄψιν αὐτοῦ ἔπτυσεν, εἰπὼν χείρονα τόπον μὴ εὑρηκέναι. οἱ δὲ τοῦτο Ἀριστίππου [cf. IV A 42] φασί [= ARSEN. p. 200, 12-15; EUDOC. violar. 332 p. 244, 24-27].
GALEN. proptrep. 8:
κάλλιον δ' ἴσως προσθεῖναι καὶ τοῦ Διογένους οἷον ἀγαθόν τινα ἐπῳδόν. ὅς ἑστιώμενος παρά τινι τῶν μὲν ἑαυτοῦ πάντων ἀκριβῶς προνενοημένῳ, μόνου δ' ἑαυτοῦ παντάπασιν ἠμεληκότι, χρεμψάμενος ὡς πτύσων εἶτ' ἐν κύκλῳ περισκοπήσας εἰς οὐδὲν μὲν τῶν πέριξ ἔπτυσεν, αὐτῷ δὲ μόνῳ προσέπτυσε τῷ δεσπότῃ τῆς οἰκίας. ἀγανακτοῦντος δ' αὐτοῦ καὶ τὴν αἰτίαν ἐρωτῶντος οὐδὲν ἔφησεν ὁρᾶν οὕτως ἠμελημένον τῶν κατὰ τὴν οἰκίαν ὡς ἐκεῖνον. τοὺς γὰρ τοίχους ἅπαντας ἀξιολόγοις γραφαῖς κεκοσμῆσθαι, τὸ δ' ἔδαφος ἐκ ψήφων πολυτελῶν συγκεῖσθαι θεῶν εἰκόνας ἔχον [ἔξ αὐτῶν] διατετυπωμένας, ἅπαντά τε τὰ σκεύη λαμπρὰ καὶ καθαρὰ καὶ τὴν στρωμνὴν καὶ τὰς κλίνας εἰς κάλλος ἐξησκῆσθαι, μόνον δ' ἐκεῖνον ὁρᾶν ἠμελημένον. εἰθίσθαι δ' ἅπασιν ἀνθρώποις εἰς τοὺς ἀτιμοτάτους τῶν παρόντων τόπων ἀποπτύειν.
GNOM. MONAC. LAT. XVI 1:
de homine foedo Diogenes. cum illi domum suam homo formae turpis sculptam ostenderet, omnibus in ea locis lapidibus et auro nitentibus, in faciem domini expuit, dixitque se aliud vilius in illa domo non respexisse.
IOANN. CHRYSOST. in Epist. ad Rom. homil. 12:
εἰ δὲ οὐκ ἀνέχῃ τῶν παρ' ἐμοῦ λεγομένων, ἄκουσον τί τῶν ἔξωθέν τις ἐποίησε, καὶ αἰσχύνθητι τὴν γοῦν ἐκείνων φιλοσοφίαν. λέγεται γάρ τις ἐκείνων εἰς οἰκίαν λαμπρὰν εἰσελθὼν, πολλῷ μὲν καταλαμπομένην χρυσίῳ, πολλῷ δὲ ἀπαστράπτουσαν τῷ τῶν μαρμάρων καὶ τῶν κιόνων κάλλει, ἐπειδὴ καὶ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστορεσμένους, εἰς τὴν ὄψιν ἐμπτύσαι τοῦ τῆς οἰκίας δεσπότου˙ εἶτα ἐγκαλούμενος εἰπεῖν, διὰ τὸ μηδαμοῦ τῆς οἰκίας ἑτέρωθι τοῦτο ἐξεῖναι ποιῆσαι, εἰς τὴν ὄψιν ἀναγκασθῆναι ὑβρίσαι τὴν ἐκείνου.