V B 236 b

COD. AMBR. GR. 409 n. 117:
τοῦ αὐτοῦ˙ δείξαντος αὐτῷ ἀμαθοῦς καὶ ἀλαζόνος καλὴν τὴν ἑαυτοῦ οἰκίαν, "καλὴ μέν," εἶπεν, "ἐστὶ καὶ καλοῦ τιμήματος ἀξία, τοῖς Αἰγυπτιακοῖς δὲ ναοῖς ἔοικεν, οἱ περικαλλῆ τὴν κατασκευὴν ἔχοντες, ἔνδοθεν ἔχουσιν ἐνιδρυμένους αἰλούρους ἢ πιθήκους."