V B 242

V B 242 STOB. IV 31,48:
Διογένους˙ τοὺς δὲ πολλοὺς τῶν πλουσίων ὡμοίους τοῖς ἐπὶ τῶν δυσβάτων καὶ ἀποκρήμνων φυομένοις δένδροις καὶ ἀμπέλοις. τόν τε γὰρ τούτων καρπὸν ἀνθρώπους μὴ λαμβάνειν, κόρακας δὲ καὶ παραπλήσια τούτων ζῷα καταναλίσκειν˙ ἐκείνους τε τὸν πλοῦτον εἰς μὲν τὰ ἐπιεικῆ τῶν πραγμάτων οὐ κατατίθεσθαι, κόλαξι δὲ καὶ πόρναις καὶ ταῖς αἰσχροτάταις ἡδοναῖς καὶ κενωτάταις δόξαις χορηγεῖν.