V B 245

V B 245 TELES p. 14, 3-6 [= STOB. III 1, 98]:
καὶ τί ἔχει δυσχερὲς ἢ ἐπίπονον ἡ πενία; ἢ οὐ Κράτης καὶ Διογένης πένητες ἦσαν; καὶ πῶς <οὐ> ῥᾳδίως διεξήγαγον; ἄτυφοι γενόμενοι καὶ ἐπαῖται καὶ διαίτῃ εὐτελεῖ καὶ λιτῇ δυνάμενοι χρήσασθαι. ἀπορίᾳ καὶ δάνεια περιέστηκεν [cf. V H 73].