I C 254

I C 254 STOB. III 7, 56:
Σωκράτους. Σωκράτους φεύγοντος τὴν δίκην, Λυσίας λόγον τινὰ συγγράψας ἦλθεν αὐτῷ κομίζων καὶ ἐκέλευε χρήσασθαι˙ τοῦ δὲ Λυσίου εἰπόντος καὶ μὴν κάλλιστον αὐτὸν εἶναι˙ "καὶ τὰ ῥόδα" ἔφη "κάλλιστά ἐστιν, ἀλλ' οὐ πρέπειν αὑτῷ τὸ στεφάνωμα." "τεθνήξῃ τοίνυν" ἔφη ὁ Λυσίας "εἰ μὴ οὕτως ἀπολογήσῃ˙" ὃ δὲ "οὐ γάρ" ἔφη "κἂν μὴ νῦν, πάντως τεθνήξομαι;"