[21] πρὸς τὸν αἰτιασάμενον ὡς εἴη μὴ ἀγαθῷ ἔρανον δεδωκώς - φέρεται γὰρ καὶ οὕτως - "οὐ τῷ ἀνθρώπῳ," φησίν, "ἔδωκα, ἀλλὰ τῷ ἀνθρωπίνῳ." ἐρωτηθεὶς πῶς ἂν τοῖς φίλοις προσφεροίμεθα, ἔφη, "ὡς ἂν εὐξαίμεθα αὐτοὺς ἡμῖν προσφέρεσθαι." τὴν δικαιοσύνην ἔφη ἀρετὴν ψυχῆς διανεμητικὴν τοῦ κατ' ἀξίαν. κάλλιστον ἐφόδιον τῷ γήρᾳ τὴν παιδείαν ἔλεγε. φησὶ δὲ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων (FHG III. 578) ὡς ἑκάστοτε λέγοι, " φίλοι οὐδεὶς φίλος"˙ ἀλλὰ καὶ ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν (EE 1245b 2021) ἐστι. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται.
Συνέγραψε δὲ πάμπλειστα βιβλία, ἀκόλουθον ἡγησάμην ὑπογράψαι διὰ τὴν περὶ πάντας λόγους τἀνδρὸς ἀρετήν˙
[21] πρὸς τὸν αἰτιασάμενον ὡς εἴη μὴ ἀγαθῷ ἔρανον δεδωκώς - φέρεται γὰρ καὶ οὕτως - "οὐ τῷ ἀνθρώπῳ," φησίν, "ἔδωκα, ἀλλὰ τῷ ἀνθρωπίνῳ." ἐρωτηθεὶς πῶς ἂν τοῖς φίλοις προσφεροίμεθα, ἔφη, "ὡς ἂν εὐξαίμεθα αὐτοὺς ἡμῖν προσφέρεσθαι." τὴν δικαιοσύνην ἔφη ἀρετὴν ψυχῆς διανεμητικὴν τοῦ κατ' ἀξίαν. κάλλιστον ἐφόδιον τῷ γήρᾳ τὴν παιδείαν ἔλεγε. φησὶ δὲ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων  ὡς ἑκάστοτε λέγοι, " φίλοι οὐδεὶς φίλος"˙ ἀλλὰ καὶ ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν ἐστι. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται.
Συνέγραψε δὲ πάμπλειστα βιβλία, ἃπερ ἀκόλουθον ἡγησάμην ὑπογράψαι διὰ τὴν περὶ πάντας λόγους τἀνδρὸς ἀρετήν˙
[21] Πρὸς τὸν αἰτιασάμενον ὡς εἴη μὴ ἀγαθῷ ἔρανον δεδωκώς (φέρεται γὰρ καὶ οὕτως) "Οὐ τῷ ἀνθρώπῳ," φησίν, "ἔδωκα, ἀλλὰ τῷ ἀνθρωπίνῳ." Ἐρωτηθεὶς πῶς ἂν τοῖς φίλοις [3195] προσφεροίμεθα, ἔφη, " Ὡς ἂν εὐξαίμεθα αὐτοὺς ἡμῖν προσφέρεσθαι." Τὴν δικαιοσύνην ἔφη ἀρετὴν ψυχῆς διανεμητικὴν τοῦ κατ' ἀξίαν. Κάλλιστον ἐφόδιον τῷ γήρᾳ τὴν παιδείαν ἔλεγε. Φησὶ δὲ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων ὡς ἑκάστοτε λέγοι, [31910] " Ὧι 〈πολλοὶ〉 φίλοι οὐδεὶς φίλος"˙ ἀλλὰ καὶ ἐν τῶν Ἠθικῶν τῷ ἑβδόμῳ  ἐστι. Καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται.
Συνέγραψε δὲ πάμπλειστα βιβλία,ἀκόλουθον ἡγησάμην ὑπογράψαι διὰ τὴν περὶ πάντας λόγους τἀνδρὸς
[31915] ἀρετήν˙