V B 259

V B 259 LUCIAN. Menipp. 18:
ΦΙΛ. Ἄτοπα διηγῇ τὰ περὶ τῶν βασιλέων καὶ μικροῦ δεῖν ἄπιστα. τί δὲ ὁ Σωκράτης ἔπραττεν καὶ Διογένης καὶ εἴ τις ἄλλος τῶν σοφῶν; - ΜΕΝΙΠΠ.˙ [. . .] ὁ δὲ βέλτιστος Διογένης παροικεῖ μὲν Σαρδαναπάλλῳ τῷ Ἀσσυρίῳ καὶ Μίδᾳ τῷ Φρυγὶ καὶ ἄλλοις τισὶ τῶν πολυτελῶν˙ ἀκούων δὲ οἰμωζόντων αὐτῶν καὶ τὴν παλαιὰν τύχην ἀναμετρουμένων γελᾷ τε καὶ τέρπεται, καὶ τὰ πολλὰ ὕπτιος κατακείμενος ᾄδει μάλα τραχείᾳ καὶ ἀπηνεῖ τῇ φωνῇ τὰς οἰμωγὰς αὐτῶν ἐπικαλύπτων, ὥστε ἀνιᾶσθαι τοὺς ἄνδρας καὶ διασκέπτεσθαι μετοικεῖν οὐ φέροντας τὸν Διογένην.