V B 263

V B 263 DIOG. LAERT. VI 38:
εἰώθει [scil. Diogenes] δὲ λέγειν τὰς τραγικὰς ἀρὰς αὐτῷ συνηντηκέναι˙ εἶναι γοῦν [Adesp. trag. fr. 284 p. 893 N2
[4] ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος,
[5] πτωχός, πλανήτης, βίον ἔχων τοὐφ' ἡμέραν.
GNOM. VAT. 743 n. 201:
ὁ αὐτὸς [scil. Diogenes] ἔφη πάντα ἔχειν τὰ ἐν ταῖς τραγῳδίαις˙ εἶναι τε γὰρ
πτωχός, πλανήτης, βίον ἔχων ἐφήμερον
"ἀλλ' ὅμως τοιούτων ὑπαρχόντων τῶν κατ' ἐμὲ ἕτοιμός εἰμι περὶ εὐδαιμονίας τῷ Περσῶν βασιλεῖ ἀγωνίσασθαι."
AELIAN. var. hist. III 29:
Διογένης ὁ Σινωπεὺς συνεχῶς ἐπέλεγεν ὑπὲρ ἑαυτοῦ ὅτι τὰς ἐκ τῆς τραγῳδίας ἀρὰς αὐτὸς ἐκπληροῖ καὶ ὑπομένει˙ εἶναι γὰρ
πλάνης ἄοικος πατρίδος ἐστερημένος
πτωχὸς δυσείμων βίον ἔχων [τὸν] ἐφήμερον.
καὶ ὅμως ἐπὶ τούτοις μέγα ἐφρόνει οὐδὲν ἧττον ἢ Ἀλέξανδρος ἐπὶ τῇ τῆς οἰκουμένης ἀρχῇ, ὅτε καὶ Ἰνδοὺς ἑλὼν ἐς Βαβυλῶνα ὑπέστρεψεν.
IULIAN. orat. VI 4 p. 256 C-D [ = epist. ad Themist.]:
ἥκιστα δὲ φιλεῖ τῆς εὐδαιμονίας ἡ βεβαιότης τῇ Τύχῃ πιστεύειν, καὶ τοὺς ἐν πολιτείᾳ ζῶντας οὐκ ἔνεστιν ἄνευ ταύτης ἀναπνεῖν τὸ δὴ λεγόμενον, πλὴν εἴ τις τὸν βασιλέα καὶ στράτηγον λέγοι, καθάπερ οἱ τὰς ἰδέας εἴτε ἀληθῶς θεωροῦντες εἴτε καὶ ψευδῶς ξυντιθέντες ἐν τοῖς ἀσωμάτοις καὶ νοητοῖς, ἱδρῦσθαί που τῶν τυχαίων ὑπεράνω πάντων, ἢ τὸν Διογένους ἐκεῖνον
"ἄπολιν, ἄοικον, πατρίδος ἐστερημένον,"
οὐκ ἔχοντα μὲν εἰς ὅτι παρ' αὐτῆς εὖ πάθῃ καὶ τοὐναντίον ἐν τίνι σφαλῇ. cf.
IULIAN. orator. IX 14 p. 194 D-195 B: [ = VI]
σκόπει δὴ ταύτης εἰ μὴ μάλιστα τῆς προαιρέσεως ἦν Διογένης, ὃς τὸ μὲν σῶμα τοῖς πόνοις ἀνέδην παρεῖχεν, ἵνα αὐτὸ [τὸ] τῆς φύσεως ῥωμαλεώτερον καταστήσῃ, (195 A) πράττειν δὲ ἠξίου μόνον ὁπόσα ἂν φανῇ τῷ λόγῳ πρακτέα, τοὺς δὲ ἐκ τοῦ σώματος ἐμπίπτοντας τῇ ψυχῇ θορύβους, οἷα πολλάκις ἡμᾶς ἀναγκάζει τουτὶ τὸ περικείμενον αὐτοῦ χάριν πολυπραγμονεῖν, οὐδὲ ἐν μέρει προσίετο. Ὑπὸ δὲ ταύτης τῆς ἀσκήσεως ὁ ἀνὴρ οὕτω μὲν ἔσχεν ἀνδρεῖον τὸ σῶμα ὡς οὐδεὶς οἶμαι τῶν τοὺς στεφανίτας ἀγωνισαμένων, οὕτω δὲ διετέθη τὴν ψυχήν, (B) ὥστε εὐδαιμονεῖν, ὥστε βασιλεύειν οὐθὲν ἔλαττον, εἰ μὴ καὶ πλέον, ὡς οἱ τότε εἰώθεσαν λέγειν Ἕλληνες, τοῦ Μεγάλου Βασιλέως, τὸν Πέρσην λέγοντες. ἆρά σοι μικρὰ φαίνεται ἀνὴρ
"ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος,
οὐκ ὀβολόν, οὐ δραχμήν, οὐκ οἰκέτην ἔχων."
cf.
EPICTET. dissert. III 22, 45-50:
καὶ πῶς ἐνδέχεται μηδὲν ἔχοντα, γυμνόν, ἄοικον, ἀνέστιον, αὐχμῶντα, <ἄ>δουλον, ἄπολιν διεξάγειν εὐρόως; (46) ἰδοὺ ἀπέσταλκεν ὑμῖν ὁ θεὸς τὸν δείξοντα ἔργῳ, ὅτι ἐνδέχεται. (47) "ἴδετέ με, ἄοικός εἰμι, ἄπολις, ἀκτήμων, ἄδουλος˙ χαμαὶ κοιμῶμαι˙ οὐ γυνή, οὐ παιδία, οὐ πραιτωρίδιον, ἀλλὰ γῆ μόνον καὶ οὐρανὸς καὶ ἓν τριβωνάριον. (48) καὶ τί μοι λείπει[ν]; οὐκ εἰμὶ ἄλυπος, οὐκ εἰμὶ ἄφοβος, οὐκ εἰμὶ ἐλεύθερος; πότε ὑμῶν εἶδέν μέ τις ἐν ὀρέξει [με] ἀποτυγχάνοντα, πότ' ἐν ἐκκλίσει περιπίπτοντα; πότ' ἐμεμψάμην ἢ θεὸν ἢ ἄνθρωπον, πότ' ἐνεκάλεσά τινι; μή τις ὑμῶν ἐσκυθρωπακότα με εἶδεν; (49) πῶς δ' ἐντυγχάνω τούτοις, οὓς ὑμεῖς φοβεῖσθε καὶ θαυμάζετε; οὐχ ὡς ἀνδραπόδοις; τίς με ἰδὼν οὐχὶ τὸν βασιλέα τὸν ἑαυτοῦ ὁρᾶν οἴεται καὶ δεσπότην;" (50) ἰ)/δε κυνικαὶ φωναί, ἴδε χαρακτήρ, ἴδ' ἐπιβολή.