V B 264

V B 264 IULIAN. orator. IX 18 p. 200 D-20 p. 203 C: [= VI]
ὅστις οὖν κυνίζειν ἐθέλει μήτε τὸν τρίβωνα μήτε τὴν πήραν μήτε τὴν βακτηρίαν καὶ τὴν κόμην ἀγαπάτω μόνον, (201 A) ἵν' ὥσπερ ἐν κώμῃ βαδίζῃ κουρείων καὶ διδασκαλείων ἐνδεεῖ ἄκαρτος καὶ ἀγράμματος, ἀλλὰ τὸν λόγον ἀντὶ τοῦ σκήπτρου καὶ τὴν ἔνστασιν ἀντὶ τῆς πήρας τῆς κυνικῆς ὑπολαμβανέτω φιλοσοφίας γνωρίσματα. παρρησίᾳ δὲ χρηστέον αὐτῷ πρῶτον ὁπόσου πέφυκεν ἄξιος ἐπιδειξαμένῳ, ὥσπερ οἶμαι Κράτης καὶ Διογένης, οἳ πᾶσαν μὲν ἀπειλὴν τύχης καὶ εἴτε παιδιὰν εἴτε παροινίαν χρὴ φάναι τοσοῦτον ἀπέσχον τοῦ δυσκόλως ἐνεγκεῖν, ὥστε ἁλοὺς μὲν ὑπὸ τῶν καταποντιστῶν ὁ Διογένης ἔπαιζεν, ὁ Κράτης δὲ [. . . cf. V H 17 . . . (C) . .] καὶ οὐ τοῦτο ἦν τὸ προηγούμενον αὐτοῖς τέλος˙ ἀλλ', ὅπερ ἔφην, ἐσκόπουν ὅπως αὐτοὶ μὲν εὐδαιμονήσωσιν, ἔμελε δὲ αὐτοῖς τῶν ἄλλων τοσοῦτον ὅσον ξυνίεσαν οἶμαι φύσει κοινωνικὸν καὶ πολιτικὸν ζῷον τὸν ἄνθρωπον εἶναι. καὶ τοὺς συμπολιτευομένους ὠφέλησαν οὐ τοῖς παραδείγμασι μόνον, ἀλλὰ καὶ τοῖς λόγοις. (D) ὅστις οὖν ἂν ἐθέλῃ κυνικὸς εἶναι καὶ σπουδαῖος ἀνήρ, αὑτοῦ πρότερον ἐπιμεληθείς, ὥσπερ Διογένης καὶ Κράτης ἐξελαυνέτω μὲν τῆς ψυχῆς ἅπαντα ἐκ πάσης τὰ πάθη, ὀρθῷ δὲ ἐπιτρέψας τὰ καθ' ἑαυτὸν λόγῳ καὶ νῷ κυβερνάσθω. κεφάλαιον γὰρ ἦν, ὡς ἐγὼ οἶμαι, τοῦτο τῆς Διογένους φιλοσοφίας. (19) εἰ δὲ ἑταίρᾳ ποτὲ προσῆλθεν ὁ ἀνήρ, καίτοι καὶ τοῦτο τυχὸν ἅπαξ ἢ οὐδὲ ἅπαξ ἐγένετο, (202 A) ὅταν ἡμῖν τὰ ἄλλα κατὰ τὸν Διογένη γένηταί <τις> σπουδαῖος, ἂν οὕτω φανῇ καὶ τοιοῦτόν τι φάναι φανερῶς ἐν ὀφθαλμοῖς πάντων, οὐ μεμψόμεθα οὐδὲ αἰτιασόμεθα. πρότερον μέντοι τὴν Διογένους ἡμῖν ἐπιδειξάμενος εὐμάθειαν καὶ τὴν ἀγχίνοιαν καὶ τὴν ἐν τοῖς ἄλλοις ἅπασιν ἐλευθερίαν, αὐτάρκειαν, δικαιοσύνην, σωφροσύνην, εὐλάβειαν, χάριν, προσοχὴν ὡς μηθὲν εἰκῇ μηδὲ μάτην μηδὲ ἀλόγως ποιεῖν, ἐπεὶ καὶ ταῦτα τῆς Διογένους εἰσὶ φιλοσοφίας οἰκεῖα, (B) πατείτω τῦφον, καταπαιζέτω τῶν τὰ μὲν ἀναγκαῖα τῆς φύσεως ἔργα κρυπτόντων ἐν σκότῳ, φημὶ δὲ τῶν περιττωμάτων τὰς ἐκκρίσεις, ἐν μέσαις δὲ ταῖς ἀγοραῖς καὶ ταῖς πόλεσιν ἐπιτηδευόντων τὰ βιαιότατα καὶ μηδὲν ἡμῶν οἰκεῖα τῇ φύσει, χρημάτων ἁρπαγάς, συκοφαντίας, γραφὰς ἀδίκους, διώξεις ἄλλων τοιούτων συρφετῶν πραγμάτων. ἐπεὶ καὶ Διογένης εἴτε ἀπέπαρδεν (C) εἴτε ἀπεπάτησεν εἴτε ἄλλο τι τοιοῦτον ἔπραξεν, ὥσπερ οὖν λέγουσιν <οἱ πολλοί>, ἐν ἀγορᾷ [οἱ πολλοί], τὸν ἐκείνων πατῶν τῦφον ἐποίει, διδάσκων αὐτοὺς ὅτι πολλῷ φαυλότερα καὶ χαλεπώτερα τούτων ἐπιτηδεύουσι, τὰ μὲν γάρ ἐστιν ἡμῖν πᾶσι κατὰ φύσιν, τὰ δέ, ὡς ἔπος εἰπεῖν, οὐθενί, πάντα δὲ ἐκ διαστροφῆς ἐπιτηδεύεται. ἀλλ' οἱ νῦν τοῦ Διογένους (D) ζηλωταὶ τὸ ῥᾷστον καὶ κουφότατον ἑλόμενοι τὸ κρεῖττον οὐκ εἶδον˙ σύ τε ἐκείνων εἶναι σεμνότερος ἐθέλων ἀπεπλανήθης τοσοῦτον τῆς Διογένους προαιρέσεως, ὥστε αὐτὸν ἐλεεινὸν ἐνόμισας. (20) εἰ δὲ τούτοις μὲν ἠπίστεις ὑπὲρ ἀνδρὸς λεγομένοις, ὃν οἱ πάντες Ἕλληνες τότε ἐθαύμασαν μετὰ Σωκράτη καὶ Πυθαγόραν ἐπὶ Πλάτωνος καὶ Ἀριστοτέλους, οὗ γέγονεν ἀκροατὴς ὁ τοῦ σωφρονεστάτου καὶ συνετωτάτου Ζήνωνος καθηγεμών, οὓς οὐκ εἰκὸς ἦ ἅπαντας ἀπατηθῆναι περὶ ἀνδρὸς οὕτω φαύλου ὁποῖον σὺ διακωμῳδεῖς, ὦ βέλτιστε, (203 A) ἴσως ἄν τι πλέον ἐσκόπησας περὶ αὐτοῦ καὶ πορρωτέρω προῆλθες τῆς ἐμπειρίας τἀνδρός. τίνα γὰρ οὐκ ἐξέπληξε τῶν Ἑλλήνων ἡ Διογένους καρτερία, βασιλικῆς οὐκ ἔξω μεγαλοψυχίας οὖσα, καὶ φιλοπονία; ἐκάθευδεν ἁνὴρ ἐπὶ στιβάδος ἐν τῷ πίθῳ βέλτιον ἢ Μέγας Βασιλεὺς ὑπὸ τοῖς ἐπιχρύσοις ὀρόφοις ἐν τῇ μαλθακῇ κλίνῃ, ἤσθιε τὴν μάζαν ἥδιον ἢ σὺ νῦν τὰς σικελικὰς ἐσθίεις τραπέζας, ἐλούετο θερμῷ (B) τὸ σῶμα πρὸς ἀέρα ξηραίνων ἀντὶ τῶν ὀθονίων, οἷς ἀπομάττῃ, φιλοσοφώτατε. πάνυ σοι προσήκει κωμῳδεῖν ἐκεῖνον, ὅτι κατειργάσω τὸν Ξέρξην, ὡς ὁ Θεμιστοκλῆς, ἢ τὸν Δαρεῖον, ὡς ὁ Μακεδὼν Ἀλέξανδρος.