V B 265

B 265 EPICTET. dissert. I 24, 6-9:
πρὸς σοῦ κατάσκοπος [2] ἀποσταλεὶς Διογένης ἄλλα ἡμῖν ἀπήγγελκεν. λέγει ὅτι ὁ θάνατος οὐκ ἔστι [3] κακόν, οὐδὲ γὰρ αἰσχρόν˙ λέγει ὅτι ἀδοξία ψόφος ἐστὶ μαινομένων [4] ἀνθρώπων. (7) οἷα δὲ περὶ πόνου, οἷα δὲ περὶ ἡδονῆς, οἷα περὶ πενίας εἴρηκεν οὗτος ὁ κατάσκοπος τὸ δὲ γυμν[ασι]ὸν εἶναι λέγει ὅτι κρεῖσσόν ἐστι πάσης περιπορφύρου˙ τὸ δ' ἐπ' ἀστρώτῳ πέδῳ (8) καθεύδειν λέγει ὅτι μαλακωτάτη κοίτη ἐστίν. καὶ ἀπόδειξιν φέρει περὶ ἑκάστου τὸ θάρσος τὸ αὑτοῦ, τὴν ἀταραξίαν, τὴν ἐλευθερίαν, εἶτα καὶ τὸ σωμάτιον στίλβον (9) καὶ συνεστραμμένον. "οὐδείς," φησίν, "πολέμιος ἐγγύς ἐστιν˙ πάντα εἰρήνης γέμει." πῶς, ὦ Διόγενες; "ἰδού," φησίν, "μή τι βέβλημαι, μή τι τέτρωμαι, μή τινα πέφευγα;" τοῦτ' ἔστιν οἷος δεῖ κατάσκοπος, κτλ.
MAXIM. TYR. philosoph. XV 9:
τὰ δὲ Διογένους τί χρὴ λέγειν; ὃς ἀφέμενος τῆς αὑτοῦ σχολῆς περιῄει ἐπισκοπῶν τὰ τῶν πλησίον, οὐκ ἀργὸς οὐδὲ ἠμελημένος ἐπιστάτης˙ ἀλλὰ κατὰ τὸν Ὀδυσσέα ἐκεῖνον [HOM. Il. Β 188-9 et 198-9].
ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη,
τὸν ῥ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς˙
ὃν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι, βοόωντά τ' ἐφεύροι,
τὸν σκήπτρῳ ἐλάσασκεν.
ἀλλ' οὐδ' ἑαυτοῦ ἀπείχετο, ἀλλ' ἐκόλαζεν καὶ παρεῖχεν ἑαυτῷ πράγματα [HOM. Od. δ 244-5].
αὑτὸν μὲν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
σπεῖρα κάκ' ἀμφ' ὤμοισι βαλών.