V B 267

V B 267 DIOG. LAERT. VI 64:
εἰς θέατρον εἰσῄει [scil. Diogenes] ἐναντίος τοῖς ἐξιοῦσιν˙ ἐρωτηθεὶς δὲ διὰ τί, "τοῦτο," ἔφη, "ἐν παντὶ τῷ βίῳ ἐπιτηδεύω ποιεῖν."
STOB. III 4, 83:
Διογένους˙ ἐπεὶ δὲ ἐν τῇ στοᾷ ἀνάπαλιν περιπατοῦντος αὐτοῦ ἐγέλων τινές, "εἶτ' οὐκ αἰσχύνεσθε" εἶπεν "ὑμεῖς τὴν ἐν τῷ βίῳ ὁδὸν ἀνάπαλιν πορευόμενοι, ἐμοῦ τὴν ἐν τῷ περιπατεῖν κατεγνωκότες;"