HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,277
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,277.rdf
I C 277
I C 277 STOB. III 23, 8:
Σωκράτους. Σωκράτης ἔλεγεν, εἴ τις ἐν θεάτρῳ ὑποκηρύττοι ἀνίστασθαι τοὺς σκυτοτόμους, ἐκείνους μόνους ἀναστήσεσθαι, ὁμοίως εἰ τοὺς χαλκοτύπους, τοὺς ὑφάντας, τοὺς ἄλλους κατὰ γένος˙ εἰ δὲ τοὺς φρονίμους ἢ δικαίους, πάντας ἀναστήσεσθαι. καὶ ἔστιν ἐν βίῳ βλάπτον
[5] μάλιστα τὸ ἀνοήτους ὄντας τοὺς πολλοὺς οἴεσθαι φρονίμους εἶναι.