V B 279

V B 279 THEODORET. graec. affect. cur. XII 48-49:
τῆς τούτου [scil. Antisthenis] διδασκαλίας τετύχηκε Διογένης ὁ Σινωπεύς, λόγῳ μὲν καὶ αὐτὸς τὴν φιλοσοφίαν ζηλώσας, ἡδονῆς δὲ δοῦλος γενόμενος καὶ δημοσίᾳ ταῖς ἑταίραις μιγνύμενος καὶ κάκιστον τοῖς θεωμένοις προσφέρων παράδειγμα. φασὶ δὲ αὐτόν, μεμψαμένου τινὸς τὸ γινόμενον καὶ εἰρηκότος˙ "τί ποιεῖς, ὦ Διόγενες;" φάναι ἐκεῖνον, τῇ ξυνήθει λοιδορίᾳ χρησάμενος˙ "ὦ κάθαρμα, εἰ ἐπιτύχοιμι, ἄνθρωπον." οὕτως ἀνέδην ἐλάγνευεν.