V B 290

V B 290 EPICTET. dissert. III 22, 80:
μήποτε οὐκ αἰσθανόμεθα τοῦ μεγέθους αὐτοῦ οὐδὲ φανταζόμεθα κατ' ἀξίαν τὸν χαρακτῆρα τὸν Διογένους, ἀλλ' εἰς τοὺς νῦν ἀποβλέπομεν, τοὺς τραπεζῆ<α>ς πυλαωρούς, οἳ οὐδὲν μιμοῦνται ἐκείνους ἢ εἴ ὅ]τι ἄρα πόρδωνες γίνονται, ἄλλο δ' οὐδέν;
EPICTET. dissert. III 24, 64-70:
ἄγε, Διογένης δ' οὐκ ἐφίλει [6] οὐδένα, ὃς οὕτως ἥμερος ἦν καὶ φιλάνθρωπος, ὥστε ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων τοσούτους πόνους καὶ ταλαιπωρίας τοῦ σώματος ἄσμενος ἀναδέχεσθαι; (65) ἀλλ' ἐφίλει πῶς; ὡς τοῦ Διὸς διάκονον ἔδει, ἅμα μὲν κηδόμενος, ἅμα δ' ὡς τῷ θεῷ ὑποτεταγμένος. (66) διὰ τοῦτο πᾶσα [10] γῆ πατρὶς ἦν ἐκείνῳ μόνῳ, ἐξαίρετος δ' οὐδεμία˙ καὶ ἁλοὺς οὐκ ἐπόθει τὰς Ἀθήνας οὐδὲ τοὺς ἐκεῖ συνήθεις καὶ φίλους, ἀλλ' αὐτοῖς τοῖς πειραταῖς συνήθης ἐγίνετο καὶ ἐπανορθοῦν ἐπειρᾶτο. καὶ πραθεὶς ὕστερον ἐν Κορίνθῳ διῆγεν οὕτως ὡς πρόσθεν ἐν Ἀθήναις καὶ εἰς Περραιβοὺς δ' ἂν ἀπελθὼν ὡσαύτως εἶχεν. (67) οὕτως ἐλευθερία γίνεται. διὰ τοῦτο ἔλεγεν ὅτι "ἐξ οὗ μ' Ἀντισθένης ἠλευθέρωσεν, οὐκέτι ἐδούλευσα." (68) πῶς ἠλευθέρωσεν; ἄκουε, τί λέγει˙ "ἐδίδαξέν με τὰ ἐμὰ καὶ τὰ οὐκ ἐμά. κτῆσις οὐκ ἐμη. συγγενεῖς, οἰκεῖοι, φίλοι, φήμη, συνήθεις τόποι, διατριβή, πάντα ταῦτα ὅτι ἀλλότρια. (69) "σὸν οὖν τί; χρῆσις φαντασιῶν". ταύτην ἔδειξέν μοι ὅτι ἀκώλυτον ἔχω, ἀνανάγκαστον˙ οὐδεὶς ἐμποδίσαι δύναται, οὐδεὶς βιάσασθαι ἄλλως χρήσασθαι ἢ ὡς θέλω. (70) τίς οὖν ἔτι ἔχει μου ἐξουσίαν; Φίλιππος ἢ Ἀλέξανδρος ἢ Περδίκκας ἢ ὁ μέγας βασιλεύς; πόθεν αὐτοῖς; τὸν γὰρ ὑπ' ἀνθρώπου μέλλοντα ἡττᾶσθαι πολὺ πρότερον ὑπὸ τῶν πραγμάτων δεῖ ἡττᾶσθαι."