I C 292

I C 292 STOB. IV 15, 16:
Σωκράτους. ὁ Σωκράτης τὸ τῆς Ἀμαλθείας κέρας ἐξηγούμενος τοιαύτης τινὸς ἀναφορᾶς ἠξίωσεν˙ εἶναι γὰρ σύμβολον, ἂν μή τις ᾖ μάλθων ἀλλὰ ἐργάτης, πάντα ἕξειν τἀγαθά. κατὰ μὲν τὴν ἀμάλθειαν τοῦ μὴ μάλθωνος ταττομένου, κατὰ δὲ τὸ κέρας τοῦ βοὸς ἐργατικωτάτου ὄντος τὸν ἐργάτην ἐνσημαίνεσθαι˙ βότρυς δὲ ἐν τῷ κέρατι εἶναι καὶ τὰ ὅμοια, ὅτι ἐν τῇ γεωργίᾳ πάντα ἔνεστιν ὧν χρείαν ἔχομεν. διὸ καὶ ἔχοντες αὐτὸ εἰσάγονται ὅ τε ἀγαθὸς Δαίμων καὶ ἡ ἀγαθὴ Τύχη [ = APOSTOL. II 53].