V B 293

V B 293 EPICTET. dissert. IV 1, 152-158:
Διογένης ἦν ἐλεύθερος. πόθεν τοῦτο; οὐχ ὅτι ἐξ ἐλευθέρων ἦν (οὐ γὰρ ἦν), ἀλλ' ὅτι αὐτὸς ἦν, ὅτι ἀποβεβλήκει πάσας τὰς τῆς δουλείας [β]λαβὰς οὐδ' ἦν, ὅπως τις προσέλθῃ πρὸς αὐτὸν οὐδ' ὅθεν λάβηται πρὸς τὸ καταδουλώσασθαι. (153) πάντα εὔλυτα εἶχεν, πάντα μόνον προσηρτημένα. εἰ τῆς κτήσεως ἐπελάβου, αὐτὴν ἀφῆκεν ἄν σοι μᾶλλον ἢ ἠκολούθησεν δι' αὐτήν˙ εἰ τοῦ σκέλους, <τὸ σκέλος>˙ εἰ ὅλου τοῦ σωματίου, ὅλον τὸ σωμάτιον˙ οἰκείους, φίλους, πατρίδα ὡσαύτως. ᾔδει, πόθεν ἔχει καὶ παρὰ τίνος καὶ ἐπὶ τίσιν λαβών. (154) τοὺς μέν γ' ἀληθ[ε]ινοὺς προγόνους, τοὺς θεούς, καὶ τὴν τῷ ὄντι πατρίδα οὐδεπώποτ' ἂν ἐγκατέλ[ε]ιπεν οὐδὲ παρεχώρησεν ἄλλῳ μᾶλλον πείθεσθαι αὐτοῖς καὶ ὑπακούειν οὐδ' ὑπεραπέθανεν ἂν εὐκολώτερον τῆς πατρίδος ἄλλος. (155) οὐ γὰρ ἐζήτει ποτὲ δόξαι τι ποιεῖν ὑπὲρ τῶν ὅλων, ἀλλ' ἐμέμνητο ὅτι πᾶν τὸ γενόμενον ἐκεῖθέν ἐστιν καὶ ὑπ<ὲρ> ἐκείνης πράττεται καὶ ὑπὸ τοῦ διοικοῦντος αὐτὴν παρεγγυᾶται. (156) τοιγαροῦν ὅρα, τί λέγει αὐτὸς καὶ γράφει˙ "διὰ τοῦτό σοι," φησίν, "ἔξεστιν, ὦ Διόγενες, καὶ τῷ Περσῶν βασιλεῖ καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων ὡς βούλει διαλέγεσθαι." [. . . . .] (158) διὰ τί οὖν, φησίν, ἔξεστιν; "ὅτι τὸ σωμάτιον ἐμὸν οὐχ ἡγοῦμαι, ὅτι οὐδενὸς δέομαι, ὅτι ὁ νόμος μοι πάντα ἐστὶ καὶ ἄλλο οὐδέν." ταῦτα ἦν τὰ ἐλεύθερον ἐκεῖνον ἐάσαντα.