V B 294

V B 294 EPICTET. dissert. IV 1, 30-2:
οὕτως καὶ Διογένης που λέγει μίαν εἶναι μηχανὴν πρὸς ἐλευθερίαν τὸ εὐκόλως ἀποθνῄσκειν, καὶ τῷ Περσῶν βασιλεῖ γράφει ὅτι "τὴν Ἀθηναίων πόλιν καταδουλώσασθαι οὐ δύνασαι˙ οὐ μᾶλλον," φησίν, "ἢ τοὺς ἰχθύας." "πῶς; οὐ γὰρ λήψομαι αὐτούς;" (31) "ἂν λάβῃς," φησίν, "εὐθὺς ἀπολιπόντες σε οἰχήσονται, καθάπερ οἱ ἰχθύες." καὶ γὰρ ἐκείνων ὃν ἂν λάβῃς, ἀπέθανεν˙ καὶ οὗτοι ληφθέντες ἐὰν ἀποθνῄσκωσιν, τί σοί ἐστι τῆς παρασκευῆς ὄφελος; (32) τοῦτ' ἔστιν ἐλευθέρου ἀνδρὸς φωνὴ σπουδῇ ἐξητακότος τὸ πρᾶγμα καὶ ὥσπερ εἰκὸς εὑρηκότος.