V B 298

V B 298 MAXIM. TYR. philosoph. XXXII 9:
ἀλλὰ καὶ τὸν Διογένην ἐκεῖνον εἰς τὸν πίθον ἡδονὴ εἰσάγει˙ εἰ δὲ καὶ ἡ ἀρετὴ αὐτῷ συνεισέβαλλεν, τί τὴν ἡδονὴν ἐξοικίζεις τῷ λὁγῳ; ἥδετο ὁ Διογένης τῷ πίθῳ, ὡς Βαβυλῶνι Ξέρξης˙ ἥδετο τῇ μάζῃ ὁ Διογένης, ὡς ὁ Σμινδυρίδης τῇ καρύκκῃ˙ ἥδετο ταῖς κρήναις ταῖς πανταχοῦ, ὡς ὁ Καμβύσης Χοάσπῃ μόνῳ˙ ἥδετο τῷ ἡλίῳ, ὡς Σαρδανάπαλλος ταῖς πορφυρίσιν˙ ἥδετο τῇ βακτηρίᾳ, ὡς Ἀλέξανδρος τῷ δόρατι˙ ἥδετο τῷ θυλάκῳ, ὡς ὁ Κροῖσος τοῖς θεσαυροῖς. κἂν παραβάλῃς ἡδονὰς ήδοναῖς, τὰ Διογένους κρατεῖ˙ τὰ γὰρ ἐκείνων μεστὰ μὲν ἡδονῆς, ἀλλὰ ἀναμέμικται λύπῃ πανταχοῦ˙ ὀδύρεται Ξέρχης ἡττώμενος, στένει Καμβύσης τιτρωσκόμενος, οἰμώζει Σαρδανάπαλλος ἐμπιπράμενος, ἀνιᾶται Σμινδυρίδης ἀπελαυνόμενος, δακρύει Κροῖσος λαμβανόμενος, λυπεῖται Ἀλέξανδρος μὴ μαχόμενος˙ αἱ δὲ Διογένους ἡδοναὶ οἰμωγῆς ἄπειροι, ἄστονοι, ἀδάκρυτοι, ἄλυποι. σὺ δὲ τὰς ἡδονὰς αὐτοῦ πόνους καλεῖς˙ μετρεῖς γὰρ τὰ Διογένους τῇ σαυτοῦ φύσει, πονηρῷ μέτρῳ˙ σὺ μὲν γὰρ ἀλγήσεις ταῦτα δρῶν, Διογένης δὲ ἥδετο. ἐπιτολμήσαιμι δ'ἂν ἔγωγε εἰπεῖν, ὡς οὐδεὶς ἡδονῆς Διογένους ἦν ἐραστὴς ἀκριβέστερος. οὐχ ἑστίαν ἔνεμεν, ἐπίλυπον γὰρ οἰκονομία˙ οὐ πολιτείας ἐφήψατο, ἀνιαρὸν γὰρ τὸ χρῆμα˙ οὐκ ἐπειράθη γάμου, ἤκουεν γὰρ τὴν Ξανθίππην˙ οὐκ ἐπειράθη παιδοτροφίας, ἑώρα γὰρ τὰ δεῖνα˙ ἀλλὰ ἄφετος παντὸς τοῦ δεινοῦ, ἐλεύθερος, ἄφροντις, ἀδεής, ἄλυπος ἐνέμετο τὴν πάσαν γῆν, ὡς οἶκον ἔνα, μόνος ἀνθρώπων ἡδοναῖς συνὼν ἀφρουρήτοις καὶ ἀταμιεύτοις καὶ ἀφθόνοις.