V B 299

V B 299 MAXIM. TYR. philosoph. XXXVI 5-6:
ἀπολείπουσὰ μοι ταυτασὶ τὰς εἰκόνας αὐτοῖς μύθοις, ἴθι ἐπ' ἄνδρα, οὐ κατὰ τὴν Κρόνου καὶ ἀρχὴν βιοτεύσαντα, ἀλλ' ἐν μέσῳ τῷ σιδηρῷ τούτῳ γένει, ἐλευθερωθέντα ὑπὸ τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος˙ ἦν δὲ οὗτος οὐκ Ἀττικὸς, οὐδὲ Δωριεύς, οὐδ' ἐκ τῆς Σόλωνος τροφῆς, οὐδ' ἐκ τῆς Λυκοῦργου παιδαγωγίας (οὐ γὰρ χειροτονοῦσιν τὰς ἀρετὰς οἱ τόποι οὐδὲ οἱ νόμοι), ἀλλὰ ἦν μὲν Σινωπεὺς ἐκ τοῦ Πόντου˙ σμβουλευσάμενος δὲ τῷ Ἀπόλλωνι τὰς περιστάσεις πάσας ἀπεδύσατο, καὶ τῶν δεσμῶν ἐξέλυσεν αὑτόν, καὶ περιῄει τὴν γῆν ἄφετος, ὄρνιθος δίκην νοῦν ἔχοντος, οὐ τύραννον δεδιώς, οὐχ ὑπὸ νόμου κατηναγκασμένος, οὐχ ὑπὸ πολιτείας ἀσχολούμενος, οὐχ ὑπὸ παιδοτροφίας ἀγχόμενος, οὐχ ὐπὸ γάμου καθειργμένος, οὐχ ὑπὸ γεωργίας κατεχόμενος, οὐχ ὑπὸ στρατείας ἐνοχλούμενος, οὐχ ὑπὸ ἐμπορίας περιφερόμενος˙ ἀλλὰ τούτων ἁπάντων τῶν ἀνδρῶν καὶ τῶν ἐπιτηδευμάτων κατεγέλα, ὥσπερ ἡμεῖς τῶν σμικρῶν παίδων, ἐπειδὰν ὁρῶμεν αὐτοὺς περὶ ἀστραγάλους σπουδάζοντας, τύπτοντας καὶ τυπτομένους, ἀφαιροῦντας καὶ ἀφαιρουμένους˙ αὐτὸς δὲ βασιλέως ἀφόβου καὶ ἐλευθέρου δίαιταν διαιτώμενος, οὐκ ἐπιτρίβων ἐν χειμῶνι Βαβυλωνίους, [18] οὐδὲ Μήδοις ἐνοχλῶν ὥρᾳ θέρους, ἀλλ' ἐκ τῆς Ἀττικῆς ἐπὶ τὸν Ἰσθμόν, καὶ ἀπὸ τοῦ Ἰσθμοῦ ἐπὶ τὴν Ἀττικὴν αὖθις ὁμοῦ ταῖς ὥραις μετανιστάμενος. βασίλεια δ' ἦν αὐτῷ τά τε ἱερὰ καὶ τὰ γυμνάσια καὶ τὰ ἄλση˙ πλοῦτος δὲ ἀφθονώτατος καὶ ἀσφαλέστατος καὶ ἀνεπιβούλευτος, γῆ τε πᾶσα, καὶ οἱ ἐν αὐτῇ καρποί, καὶ κρῆναι γῆς ἔγγονοι, παντὸς Λεσβίου καὶ Χίου πώματος δαψιλέστεραι˙ καὶ φίλος ἦν καὶ συνήθης τῷ ἀέρι, ὥσπερ οἱ λέοντες, καὶ οὐκ ἀπεδίδρασκεν τὰς ὥρας τοῦ Διός, οὐδὲ ἀντεμηχανᾶτο αὐτῷ, τοῦ μὲν χειμῶνος τεχνιτεύων θάλπος, τοῦ δὲ θέρους ἀναψύχεσθαι ποθῶν˙ ἀλλ' οὕτως ἄρα ἐθὰς ἦν τῇ τοῦ παντὸς φύσει, ὥστε ἐκ τοιαύτης διαίτης ὑγιεινός τε ἦν καὶ ἰσχυρός, καὶ κατεγήρα εἰς τὸ ἀκρότατον˙ μηδὲν φαρμάκων δεηθείς, μὴ σιδήρου, μὴ πυρός, μὴ Χείρωνος, μὴ Ἀσκληπιοῦ, μὴ Ἀσκληπιαδῶν, μὴ μάντεων μαντευομένων, μὴ ἱερέων καθαιρόντων, μὴ γοήτων ἐπᾳδόντων. πολεμουμένης δὲ τῆς Ἑλλάδος. καὶ πάντων πᾶσιν ἐπιτιθεμένον, (Γ 132) οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδρακυν Ἄρηα, ἐκεχειρίαν ἦγεν μόνος, ἐν ὡπλισμένοις ἄοπλος, ἐν μαχομένοις ἔνσπονδος πᾶσιν˙ ἀπείχοντο δὲ αὐτοῦ καὶ οἱ τύραννοι, καὶ οἱ συκοφάνται. ἤλεγχε μὲν γὰρ τοὺς πονηρούς, ἀλλ' οὐ λόγων σοφίσμασιν, ὅσπερ ἐλέγχων ἀνιαρότατος, ἀλλὰ ἔργοις, παρατιθεὶς ἑκάστοτε, ὅσπερ ἐλέγχων ἀνυσιμώτατος καὶ εἰρηνικώτατος˙ καὶ διὰ τοῦτο οὔτε Μέλητός τις ἐπὶ Διογένην ἀνέστη, οὔτε Ἀριστοφάνης, οὐκ Ἄνυτος, οὐ Λύκων. (6) πῶς οὖν οὐ προηγούμενος τῷ Διογένει ὁ βίος οὗτος, ὃν ἑκὼν εἵλετο, ὃν Ἀπόλλων ἔδωκεν, ὃν ὁ Ζεὺς ἐπῄνεσεν, ὃν οἱ νοῦν ἔχοντες θαυμάζουσιν; ἢ ἄλλό τι ἡγούμεθα εἶναι τὴν περίστασιν, ἢ χρῆσιν πράξεως, οὐκ αὐθαίρετον τῷ ἔχοντι; ἔρου δὴ τὸν γεγαμηκότα˙ "Τίνος εἵνεκεν γαμεῖς"; Παίδων, φησίν˙ τὸν παιδοτροφοῦντα, τίνος εἵνεκα ἐτεκνώσατο; διαδοχῆς ἐρᾷ˙ τὸν στρατευόμενον, πλεονεξίας ἐρᾷ˙ τὸν γεωργοῦντα, καρπῶν ἐρᾷ˙ τὸν χρηματιζόμενον, εὐπορίας ἐρᾷ˙ τὸν πολιτευόμενον, τιμῆς ἐρᾷ˙ τῶν δε ἐρώτων τούτων οἱ πολλοὶ ἀμβλισκάνουσιν, καὶ εἰς τοὐναντίον περϊίστανται, καὶ εὐχῆς ἔργον ἡ ἐπιτυχία, οὐ γνώμης οὐδὲ τέχνης. ἕκαστος δὴ τῶν ταῦτα αἱρουμένον περίστασὶν τινα διαπεραίνεται τοῦ βίου, καὶ ταλαιπωρίας ἀνέχεται οὐχ ἑκουσίου, οὐδὲ δι' ἄγνοιαν τῶν αὐθαιρέτων ἀγαθῶν. τίνα γὰρ ἂν τις καὶ φαίη τούτον ἐλεύθερον; τὸν δημαγωγόν; δοῦλον λέγεις πολλῶν δεσποτῶν˙ τὸν ῥήτορα; δοῦλον λέγεις πικρῶν δικαστῶν˙ τὸν τύραννον; δοῦλον λέγεις ἀκολάστων ἡδονῶν˙ τὸν στρατεγόν; δοῦλον λέγεις ἀδήλου τύχης˙ τὸν πλέοντα; δοῦλον ἀσταθμήτου τέχνης˙ τὸν φιλόσοφον; ποῖον λέγεις; ἐπαινῶ μὲν γὰρ καὶ Σωκράτην˙ ἀλλ' ἀκούω λέγοντος˙ "Πείθομαι τῷ νόμῳ, καὶ ἑκὼν ἐπὶ τὸ δεσμωτήριον ἄπειμι, καὶ λαμβάνω τὸ φάρμακον ἑκών". ὧ Σώκρατης, ὁρᾷς τί φῆς; ἑκών, ἢ πρὸς ἀκουσίους τύχας εὐπρεπῶς ἵστασαι; "Πειθόμενος νόμῳ". τίνι; εἰ μὲν γὰρ τῷ τοῦ Διός, ἐπαινῶ τὸν νομοθέτην˙ εἰ δὲ τῷ Σόλωνος, τί βελτίων ἦν Σόλων Σωκράτους; ἀποκρινάσθω μοι καὶ Πλάτων ὑπὲρ φιλοσοφίας, εἰ μηδεὶς αὐτὴν ἐπετάραξεν, μὴ Δίων φεύγων, μὴ Διονύσιος ἀπειλῶν, μὴ τὰ Σικελικὰ καὶ τὰ Ἰώνια πελάγη, ἄνω καὶ κάτω πρὸς ἀνάγκην διαπλεόμενα. κἂν ἐπὶ Ξενοφῶντα ἔλθω, βίον καὶ τοῦτον ὁρῶ μεστὸν πλάνης, καὶ τύχης ἀμφιβόλου, καὶ στρατιᾶς κατεναγκασμένης, καὶ στρατηγίας ἀκουσίου, καὶ φυγῆς εὐπρεποῦς. ταῦτα τοίνυν φημὶ τας περιστάσεις διαφεύγειν ἐκεῖνον τὸν βίον, δι' ὃν καὶ Διογένης ὑψηλότερος ἦν καὶ Λυκούργου καὶ Σόλωνος καὶ Ἀρταξέρξου καὶ Ἀλεξάνδρου, καὶ ἐλευθερώτερος αὐτοῦ τοῦ Σωκράτους, οὐ δικαστηρίῳ ὑπαχθείς, οὐδὲ ἐν δεσμωτερίῳ κείμενος, ουδὲ ἐκ τῶν συμφορῶν ἐπαινούμενος.