I C 302

I C 302 STOB. IV 31c, 90:
Σωκράτους. Σωκράτης εἶπε "πολλοῦ ἂν ἄξιον [2] ἦν τὸ πλουτεῖν, εἰ καὶ τὸ χαίρειν αὐτῷ συνῆν˙ νῦν δὲ ἄμφω ταῦτα κεχώρισται. ἐάν τε γὰρ θέλωσι χρῆσθαι τῷ πλούτῳ, τῇ ἡδυπαθείᾳ διαφθείρονται˙ ἐάν τε τὸ πλουτεῖν φυλάττειν, τῇ φροντίδι˙ ἐάν τε κτήσασθαι, τῇ ἐπιθυμίᾳ." [ = ARSEN. p. 437, 12-16].