[41] εἰπόντος δὲ τοῦ Λυσίου, "πῶς, εἰ καλός ἐστιν ὁ λόγος, οὐκ ἄν σοι ἁρμόττοι;", ἔφη, "οὐ γὰρ καὶ ἱμάτια καλὰ καὶ ὑποδήματα εἴη ἂν ἐμοὶ ἀνάρμοστα."
Κρινομένου δ' αὐτοῦ φησιν Ἰοῦστος ὁ Τιβεριεὺς ἐν τῷ Στέμματι (FGrH 734 F 1) Πλάτωνα ἀναβῆναι ἐπὶ τὸ βῆμα καὶ εἰπεῖν, "νεώτατος ὤν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἐπὶ τὸ βῆμα ἀναβάντων˙" τοὺς δὲ δικαστὰς ἐκβοῆσαι, "Κατάβα, κατάβα" - τουτέστι κατάβηθι. ὁ δ' οὖν κατεδικάσθη διακοσίαις ὀγδοήκοντα μιᾷ πλείοσι ψήφοις τῶν ἀπολυουσῶν˙ καὶ τιμωμένων τῶν δικαστῶν τί χρὴ παθεῖν αὐτὸν ἢ ἀποτῖσαι, πέντε καὶ εἴκοσιν ἔφη δραχμὰς ἀποτίσειν. Εὐβουλίδης μὲν γὰρ ἑκατόν φησιν ὁμολογῆσαι˙
[41] εἰπόντος δὲ τοῦ Λυσίου, "πῶς, εἰ καλός ἐστιν ὁ λόγος, οὐκ ἄν σοι ἁρμόττοι;", ἔφη, "οὐ γὰρ καὶ ἱμάτια καλὰ καὶ ὑποδήματα εἴη ἂν ἐμοὶ ἀνάρμοστα."
Κρινομένου δ' αὐτοῦ φησιν Ἰοῦστος ὁ Τιβεριεὺς ἐν τῷ Στέμματι Πλάτωνα ἀναβῆναι ἐπὶ τὸ βῆμα καὶ εἰπεῖν, "νεώτατος ὤν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἐπὶ τὸ βῆμα ἀναβάντων˙" τοὺς δὲ δικαστὰς ἐκβοῆσαι, Κατάβα, κατάβα [τουτέστι κατάβηθι]. ὁ δ' οὖν κατεδικάσθη διακοσίαις ὀγδοήκοντα μιᾷ πλείοσι ψήφοις τῶν ἀπολυουσῶν˙ καὶ τιμωμένων τῶν δικαστῶν τί χρὴ παθεῖν αὐτὸν ἢ ἀποτῖσαι, πέντε καὶ εἴκοσιν ἔφη δραχμὰς ἀποτίσειν. Εὐβουλίδης μὲν γὰρ ἑκατόν φησιν ὁμολογῆσαι˙
[41] [1205] Εἰπόντος δὲ τοῦ Λυσίου˙ "Πῶς, εἰ καλός ἐστιν ὁ λόγος, οὐκ ἄν σοι ἁρμόττοι;" ἔφη˙ "οὐ γὰρ καὶ ἱμάτια καλὰ καὶ ὑποδήματα εἴη ἂν ἐμοὶ ἀνάρμοστα."
Κρινομένου δ' αὐτοῦ φησιν Ἰοῦστος ὁ Τιβεριεὺς ἐν τῷ Στέμματι Πλάτωνα ἀναβῆναι ἐπὶ τὸ βῆμα καὶ εἰπεῖν,
[12010] "Νεώτατος ὤν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἐπὶ τὸ βῆμα ἀναβάντων˙" τοὺς δὲ δικαστὰς ἐκβοῆσαι, "Κατάβα." [τουτέστι κατάβηθι]. Ὁ δ' οὖν κατεδικάσθη διακοσίαις ὀγδοήκοντα μιᾷ πλείοσι ψήφοις τῶν ἀπολυουσῶν˙ καὶ τιμωμένων τῶν δικαστῶν τί χρὴ παθεῖν αὐτὸν ἢ ἀποτῖσαι, [12015] πέντε καὶ εἴκοσιν ἔφη δραχμὰς ἀποτίσειν (Εὐβουλίδης μέντοι ἑκατόν φησιν ὁμολογῆσαι)˙