V B 320

V B 320 DIOG. LAERT. VI 64:
τοὺς λέγοντας μὲν τὰ σπουδαῖα μὴ ποιοῦντας δέ, ἔλεγε [scil. Diogenes] μηδὲν διαφέρειν κιθάρας˙ καὶ γὰρ ταύτην μήτ' ἀκούειν μήτ' αἰσθάνεσθαι.
STOB. III 23, 10:
Διογένης ἔφη τῶν ἀνθρώπων ἐνίους τὰ δέοντα λέγοντας ἑαυτῶν οὐκ ἀκούειν, ὥσπερ καὶ τὰς λύρας καλὸν φθεγγομένας οὐκ αἰσθάνεσθαι. [= ARSEN. p. 209, 17-19; MAXIM. LXIX 19; ANTON. II, LXXV 16].