V B 330 c

MAXIM. 35, 22 p. 493 Philips:
Διογένους. τὸ ἀληθὲς πικρό ἐστι καὶ ἀηδὲς τοῖς ἀνοήτοις, τὸ δὲ ψεῦδος γλυκὺ καὶ προσηνές˙ ὥσπερ γε, οἶμαι, καὶ τοῖς νοσοῦσι τὰ ὄμματα, τὸ μὲν φῶς ἀνιαρὸν ὁρᾶν, τὸ δὲ σκότος ἄλυπον, καὶ φίλον οὐκ ἐῶν βλέπειν.