V B 331

V B 331 AESOP. fab. 65:
Διογένης ὁδοιπορῶν. Διογένης ὁ κύων ὁδοιπορῶν ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τὰς διαβάσεις ἀμηχανῶν. εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα προσελθὼν διεπέρασεν αὐτόν. ὁ δὲ ἀγάμενος αὐτοῦ τὴν φιλοφροσύνην εἱστήκει τὴν αὑτοῦ πενίαν μεμφόμενος δι' ἣν [6] ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον προσδραμὼν καὶ αὐτὸν διεπέρασε. καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν˙ "ἀλλ' ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι˙ ὁρῶ γάρ, ὅτι οὐ κρίσει ἀλλὰ [10] νόσῳ τοῦτο ποιεῖς." ὁ λόγος δηλοῖ, ὅτι <οἱ> μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίαν δὲ μᾶλλον ὀφλισκάνουσι.