V B 336

V B 336 EUSEB. praep. evang. IV 2, 12-13 p. 136 A-B:
ταῦτα δή τις καὶ τούτων ἔτι πλείω συνάγων εἴποι ἂν μὴ θεοὺς εἶναι μηδὲ μὴν δαίμονας τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους, πλάνην δὲ καὶ ἀπάτην ἀνδρῶν γοήτων. καὶ ἦσάν γε παρ' αὐτοῖς Ἕλλησιν αἵδε φιλοσοφίας διαπρεπεῖς αἱρέσεις ταύτης προϊστάμεναι τῆς δόξης, ὡς οἱ ἀπὸ Ἀριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου Κυνικοί τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα ἔγωγε ἐθαύμασα, ὅπως ἐν τοῖς Ἑλλήνων ἤθεσι τραφέντες ἐξέτι τε σπαργάνων παῖς παρὰ πατρὸς θεοὺς εἶναι [9] τοὺς δηλουμένους παρειληφότες, οὐ θατέρᾳ ληπτοὶ γεγόνασιν, ἀλλὰ κατὰ κράτος καὶ τὰ βοώμενα χρηστήρια καὶ τὰ παρὰ πᾶσιν μεταδιωκόμενα μαντεῖα οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν ἀνωφελῆ τε εἶναι ἀπεφήναντο καὶ μᾶλλον ἐπιβλαβῆ τυγχάνειν. [cf. IV 3,14 p. 139 B-C].