[42] ἔνθα καὶ παραιτούμενος ἑκάστοτε τὰς ἐπικυλικείους ἐξηγήσεις πρὸς Ἀρίδηλον προτείνοντά τι θεώρημα καὶ ἀξιοῦντα εἰς αὐτὸ λέγειν εἶπεν, "ἀλλ' αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, τὸ καιρὸν ἑκάστων ἐπίστασθαι." εἰς δὲ τὸ διαβαλλόμενον αὐτοῦ φίλοχλον καὶ Τίμων τά τ' ἄλλα φησίν, ἀτὰρ δὴ τοῦτον τὸν τρόπον (Diels 34)˙

ὣς εἰπὼν ὄχλοιο περίστασιν εἰσκατέδυνεν.
οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζαι τερατοῦντο
ἠλέματον δεικνύντες, ὁθούνεκεν ὀχλοάρεσκος.
οὐ μέγα πρῆγμα, τάλας˙ τί πλατύνεαι ἠλίθιος ὥς;

Οὐ μὴν ἀλλ' οὕτως ἄτυφος ἦν ὥστε τοῖς μαθηταῖς παρῄνει καὶ ἄλλων ἀκούειν. καί τινος Χίου νεανίσκου μὴ εὐαρεστουμένου τῇ διατριβῇ αὐτοῦ ἀλλ' Ἱερωνύμου τοῦ προειρημένου, αὐτὸς ἀπαγαγὼν συνέστησε τῷ φιλοσόφῳ, παραινέσας εὐτακτεῖν.

[42] ἔνθα καὶ παραιτούμενος ἑκάστοτε τὰς ἐπικυλικείους ἐξηγήσεις πρὸς Ἀρίδείκην προτείνοντά τι θεώρημα καὶ ἀξιοῦντα εἰς αὐτὸ λέγειν εἶπεν, "ἀλλ' αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, τὸ τὸν καιρὸν ἑκάστων ἐπίστασθαι." εἰς δὲ τὸ διαβαλλόμενον αὐτοῦ φίλοχλον καὶ Τίμων τά τ' ἄλλα φησίν, ἀτὰρ δὴ τοῦτον τὸν τρόπον˙

ὣς εἰπὼν ὄχλοιο περίστασιν εἰσκατέδυνεν.
οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζαι τερατοῦντο
ἠλέματον δεικνύντες, ὁθούνεκεν ὀχλοάρεσκος.
οὐ μέγα πρῆγμα, τάλας˙ τί πλατύνεαι ἠλίθιος ὥς;

Οὐ μὴν ἀλλ' οὕτως ἄτυφος ἦν ὥστε τοῖς μαθηταῖς παρῄνει καὶ ἄλλων ἀκούειν. καί τινος Χίου νεανίσκου μὴ εὐαρεστουμένου τῇ διατριβῇ αὐτοῦ ἀλλ' Ἱερωνύμου τοῦ προειρημένου, αὐτὸς ἀπαγαγὼν συνέστησε τῷ φιλοσόφῳ, παραινέσας εὐτακτεῖν.

[42] Ἔνθα καὶ παραιτούμενος ἑκάστοτε τὰς ἐπικυλικίους ἐξηγήσεις [2871] πρὸς Ἀριδείκην προτείνοντά τι θεώρημα καὶ ἀξιοῦντα εἰς αὐτὸ λέγειν εἶπεν, " Ἀλλ' αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, τὸ καιρὸν ἑκάστων ἐπίστασθαι." Εἰς δὲ τὸ διαβαλλόμενον αὐτοῦ φίλοχλον καὶ Τίμων τά τε ἄλλα [2875] φησίν, ἀτὰρ δὴ 〈καὶ〉 τοῦτον τὸν τρόπον˙

Ὣς εἰπὼν ὄχλοιο περίστασιν εἰσκατέδυνεν.
Οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζα〈ι〉 τερατοῦντο
ἠλέματον δεικνύντες, ὁθούνεκεν ὀχλοάρεσκος.
Οὐ μέγα πρῆγμα, τάλας˙ τί πλατύνεαι ἠλίθιος ὥς;

[28710] Οὐ μὴν ἀλλ' οὕτως ἄτυφος ἦν, ὥστε τοῖς μαθηταῖς παρῄνει καὶ ἄλλων ἀκούειν. Καί τινος Χίου νεανίσκου μὴ εὐαρεστουμένου τῇ διατριβῇ αὐτοῦ ἀλλ' Ἱερωνύμου τοῦ προειρημένου, αὐτὸς ἀπαγαγὼν συνέστησε τῷ φιλοσόφῳ, παραινέσας εὐτακτεῖν.