V B 339

V B 339 DIOG. LAERT. VI 39:
ἀξιούντων Ἀθηναίων μυηθῆναι αὐτὸν [scil. Diogenes] καὶ λεγόντων ὡς ἐν ᾅδου προεδρίας οἱ μεμυημένοι τυγχάνουσι, "γελοῖον," ἔφη, "εἰ Ἀγησίλαος μὲν καὶ Ἐπαμεινώνδας ἐν τῷ βορβόρῳ διάξουσιν, εὐτελεῖς δέ τινες μεμυημένοι ἐν ταῖς μακάρων νήσοις ἔσονται."
PLUTARCH. quom. adul. poet. aud. deb. 4 p. 21 E-F:
δεῖ δὲ τῷ Διογένει καὶ πρὸς τὸν Σοφοκλέα χρήσασθαι˙ πολλὰς γὰρ ἀνθρώπων μυριάδας ἐμβέβληκεν εἰς ἀθυμίας περὶ τῶν μυστηρίων ταῦτα γράψας [fr. 753 N.2 p. 247]
"ὡς τρισόλβιοι
κεῖνοι βροτῶν, οἳ ταῦτα δερχθέντες τέλη
μόλωσ' ἐς Ἅιδου˙ τοῖσδε γὰρ μόνοις ἐκεῖ
ζῆν ἔστι, τοῖς δ' ἄλλοισι πάντ' ἐκεῖ κακά."
Διογένης δ' ἀκούσας τι τοιοῦτο "τί λέγεις;" ἔφη. "κρείττονα μοῖραν ἕξει Παταικίων ὁ κλέπτης ἀποθανὼν ἢ Ἐπαμεινώνδας ὅτι μεμύηται;"
ARSEN. p. 203, 21-26:
Διογένης ἀκούσας Σοφοκλέους περὶ μυστηρίων, ὡς
τριόλβοι κεῖνοι, οἳ τάδε δερχθέντες τέλη
μόλωσ' ἐν Ἅιδου, τοῖσδε γὰρ μόνοις ἐκεῖ
ζῇν ἐστι, τοῖς δ' ἄλλοισι πάντα ἐκτόπως κακά˙
τί λέγεις, ἔφη, κρείττονα μοῖραν ἕξει Πατακίων ὁ κλέπτης, ἢ Ἐπαμινώνδας, ὅτι μεμύηται.