V B 340

V B 340 STOB. III 29, 92:
ὁ Διογένης ἔλεγε τὴν Μήδειαν σοφήν, ἀλλ' οὐ φαρμακίδα γενέσθαι˙ λαμβάνουσαν γὰρ μαλακοὺς ἀνθρώπους καὶ τὰ σώματα διεφθαρμένους ὑπὸ τρυφῆς ἐν τοῖς γυμνασίοις καὶ τοῖς πυριατηρίοις διαπονεῖν καὶ ἰσχυροὺς ποιεῖν σφριγῶντας˙ ὅθεν περὶ αὐτῆς ῥυῆναι τὴν δόξαν, ὅτι τὰ κρέα ἕψουσα νέους ἐποίει.