I C 346

GNOM. VAT. 743 n. 498:
ὁ αὐτὸς καταμαθών τινα τῶν νέων περὶ τῆς κυνηγεσίας σφόδρα ἐσπουδακότα, τῶν δὲ λοιπῶν ὀλιγωροῦντα "πόσου," ἔφη, "ὦ νεανίσκε, ἔστι κυνηγὸν ἀγαθὸν ὠνήσασθαι;" τοῦ δ'εἰπόντος ὅτι "χιλίων δραχμῶν" " ἴσθι τοίνυν" εἶπε "μὴ πλείονος ἄξιος ἐσόμενος, ἐάν σοι τὰ κατὰ πρόθεσιν 〈καλῶς〉 ἀποβαίνῃ."