V B 352

V B 352 THEMIST. in Aristot. analyt. post. p. 56, 30-32:
ἀλλὰ καὶ Διογένης μεγαλόψυχος καὶ Σωκράτης, ἆρ' οὖν καὶ οὗτοι διὰ τὸ μὴ ἀνέχεσθαι ὑβριζόμενοι; οὐδαμῶς, ἀλλ' ὅτι κατεφρόνουν τῶν ἐκ τῆς [4] τύχης.
DIO. CHRYSOST. orat. LXIV (47) 17-8:
Σωκράτης γοῦν ἐπὶ πολλοῖς αὑτὸν ἐμακάριζε, καὶ ὅτι ζῷον λογικὸν καὶ ὅτι Ἀθηναῖος. Διογένης δὲ ὁ κύων ἀγροίκως καὶ τέλεον οὐ πολιτικῶς ηὔχει κατὰ τῆς τύχης, <ὡς>πολλὰ μὲν βέλη ἐφιείσης αὐτῷ ὡς σκοπῷ, τυχεῖν δὲ μὴ δυναμένης. οὐ φέρω θρασυνόμενον οὕτω φιλόσοφον. μὴ καταψεύδου τῆς τύχης˙ οὐ τοξεύει γάρ σε, ὅτι οὐ βούλεται˙ θελούσῃ δὲ τῇ τύχῃ πανταχοῦ ῥᾴδιον. καὶ τὰ μὲν σύντομα ἐκεῖνα οὐ λέγω, τὰ Λακωνικά, τοὺς δουλεύοντας Πέρσαις καὶ τὸν ἐν Κορίνθῳ Διονύσιον καὶ τὴν Σωκράτους καταδίκην καὶ τὴν Ξενοφῶντος φυγὴν καὶ τὸν Φερεκύδους θάνατον καὶ τὴν δυσδαιμονίαν τὴν Ἀναξάρχου˙ ἀλλ' αὐτοῦ τούτου τοῦ χαλεποῦ σκοποῦ πόσοις ἔτυχε τοξεύμασιν; φυγάδα σε ἐποίησεν, εἰς Ἀθήνας ἤγαγεν, Ἀντισθένει προυξένησεν, εἰς Κρήτην ἐπώλησεν [= FAVORIN. de fort. 18].