V B 353

V B 353 PLUTARCH. non posse suav. viv. sec. Epicur. 22 p. 1102 E-F:
πάντα δὲ τῶν θεῶν κατὰ τὸν Διογένη, καὶ κοινὰ τὰ τῶν φίλων, καὶ φίλοι τοῖς θεοῖς οἱ ἀγαθοί, καὶ τὸν θεοφιλῆ μή τι εὖ πράττειν ἢ θεοφιλῆ <μὴ> εἶναι τὸν σώφρονα καὶ δίκαιον ἀδύνατόν ἐστιν.
DIOG. LAERT. VI 37:
συνελογίζετο [scil. Diogenes] δὲ καὶ οὕτως˙ τῶν θεῶν ἐστι πάντα˙ [6] φίλοι δὲ οἱ σοφοὶ τοῖς θεοῖς˙ κοινὰ δὲ τὰ τῶν φίλων˙ πάντ' ἄρα ἐστὶ [7] τῶν σοφῶν. [= ARSEN. p. 205, 17-19].
DIOG. LAERT. VI 72-73:
πάντα τῶν σοφῶν εἶναι λέγων καὶ τοιούτους λόγους ἐρωτῶν [scil. Diogenes] οἵους ἄνω προειρήκαμεν˙ πάντα τῶν θεῶν ἐστι˙ φίλοι δὲ τοῖς σοφοῖς οἱ θεοί˙ κοινὰ δὲ τὰ τῶν φίλων˙ πάντα ἄρα τῶν σοφῶν. περί τε τοῦ νόμου ὅτι χωρὶς αὐτοῦ οὐχ οἷόν τε πολιτεύεσθαι˙ οὐ γάρ φησιν ἄνευ πόλεως ὄφελός τι εἶναι ἀστείου˙ ἀστεῖον δὲ ἡ πόλις˙ νόμου δὲ ἄνευ πόλεως οὐδὲν ὄφελος˙ ἀστεῖον ἄρα ὁ νόμος. εὐγενείας δὲ καὶ δόξας καὶ τὰ τοιαῦτα πάντα διέπαιζε, προκοσμήματα κακίας εἶναι λέγων˙ μόνην τε ὀρθὴν πολιτείαν εἶναι τὴν ἐν κόσμῳ. ἔλεγε δὲ καὶ κοινὰς εἶναι δεῖν τὰς γυναῖκας, γάμον μηδὲ ὀνομάζων, ἀλλὰ τὸν πείσαντα τῇ πεισθείσῃ συνεῖναι˙ κοινοὺς δὲ διὰ τοῦτο καὶ τοὺς υἱέας [13-17 = ARSEN. p. 203, 27-204, 2]. (73) μηδέν τε ἄτοπον εἶναι ἐξ ἱεροῦ τι λαβεῖν ἢ τῶν ζῴων τινὸς γεύσασθαι.