V B 368

V B 368 DIOG. LAERT. VI 103:
ἀρέσκει οὖν αὐτοῖς [scil. Cynicis] τὸν λογικὸν καὶ τὸν φυσικὸν τόπον περιαιρεῖν, ἐμφερῶς Ἀρίστωνι τῷ Χίῳ [fr. 354 S.V.F. I p. 80], μόνῳ δὲ προσέχειν τῷ ἠθικῷ. καὶ ὅπερ τινὲς ἐπὶ Σωκράτους, τοῦτο Διοκλῆς ἐπὶ Διογένους ἀναγράφει, τοῦτον φάσκων λέγειν, "δεῖ ζητεῖν [HOM. Od. δ 392]
ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται."