V B 372

V B 372 STOB. II 1, 23:
Διογένους˙ ἀστρολόγου δέ τινος κατ' ἀγορὰν ἐπιδεικνύντος ἔν τινι πινακίῳ καταγράφους τοὺς ἀστέρας, καὶ φάσκοντος ὅτι οὗτοί εἰσιν οἱ πλανώμενοι τῶν ἀστέρων, ἐπακούσας, "μὴ ψεύδου" εἶπεν "ὦ ἑταῖρε˙ οὐ γὰρ οὗτοί εἰσιν οἱ πλανώμενοι, ἀλλὰ οὗτοι," δείξας αὐτῷ τοὺς παρακαθεζομένους.