V B 376

V B 376 IOANN. CHRYSOST. adv. oppugnat. vitae monast. III 12:
καὶ ταῦτα [scil. litterarum studia] οὐ παρ' ἡμῖν μόνον τοῖς καταγελῶσι τῆς ἔξωθεν σοφίας καὶ μωρίαν αὐτὴν εἶναι νομίζουσιν, ἀλλὰ καὶ παρ' αὐτοῖς τοῖς ἔξωθεν φιλοσόφοις οὕτω συνωμολόγηται. καὶ διὰ τοῦτο οἱ μὲν πολλοὶ οὐ σφόδρα ἐπεμελήθησαν τοῦ πράγματος˙ οἱ δὲ καὶ τέλεον κατεφρόνησαν καὶ διετέλεσαν ὄντες ἀμαθεῖς, καὶ τὸν ἅπαντα βίον ἐν τῷ τῆς φιλοσοφίας ἠθικωτέρῳ διατρίψαντες μέρει, σφόδρα ἔλαμψαν, καὶ γεγόνασι περιφανεῖς. καὶ γὰρ Ἀνάχαρσις καὶ Κράτης καὶ Διογένης οὐδεμίαν ἐποιήσαντο σπουδὴν τούτου.