V B 379

V B 379 GALEN. protr. 6:
καλῶς οὖν καὶ ὁ Ἀντισθένης καὶ ὁ Διογένης, ὃ μὲν χρυσᾶ πρόβατα καλῶν τοὺς πλουσίους καὶ ἀπαιδεύτους, ὃ δὲ ταῖς ἐπὶ τῶν κρημνῶν συκαῖς ἀπεικάζων αὐτούς. ἐκείνων τε γὰρ τὸν καρπὸν οὐκ ἀνθρώπους ἀλλὰ κόρακας ἢ κολοιοὺς ἐσθίειν, τούτων τε τὰ χρήματα μηδὲν μὲν ὄφελος εἶναι τοῖς ἀστείοις, δαπανᾶσθαι δ' ὑπὸ τῶν [6] κολάκων, κτλ.
COD. VAT. GR. 633 f. 115v:
Διογένης ἰδὼν [7] πλούσιον ἀπαίδευτον ἔφη˙ "ἱδοὺ τὸ χρυσοῦν πρόβατον."